Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ ὧν εἶπεν Ἰούδας.
Ἀμμωνίου πρεσβυτέρου. Μέμφεται Ἰούδας ὅτι καὶ οὐκ ἀργύριον, ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν Θεὸν τιμὴν καὶ δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. Ἱερόσυλος ἦν ὁ Ἰούδας, τὰ τῷ Θεῷ ἀνατιθέμενα χρήματα κλέπτων. ἰὼν, ἄφες, τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει, τὰ ἄξια ἐπαίνου μεμφομένου· ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν
Ἀπολιναρίου. τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς πλεονεξίας ποιούμενος. Οὐχ ὡς πιστότερος δὲ τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ’ ὡς ἐλάττων. Τὸ γὰρ περὶ χρήματα διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας, ὡς καὶ οἱ δώδεκα ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐδήλωσαν.
Δεῖξαι δὲ βουλόμενος ὁ Εὐαγγελιστὴς τὸ ἐρχόμενον τῶν Ἰουδαίων πλῆθος ὑγιαίνων, φησὶν, ἔγνω ὄχλος πολὺς ἐκ τῶν Ἰου- δαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἴνα καὶ τὸν ίδωσιν, ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Διὸ καὶ τὸ θαῦμα θεασάμενοι ἐπίστευσαν πολλοί· τῶν δὲ Φαρισαίων τοσοῦτος ἦν φονικὸς ὁ τρόπος, ὅτι οὐ μόνον τὸν Ἰησοῦν, ἀλλὰ καὶ τὸν Λάζαρον ἐβουλεύσαντο ἀποκτεῖναι· οὕτως ἔγκλημα καὶ τὸ καλῶς παθεῖν παρ’ αὐτοῖς ἦν· ἔδακνε δὲ αὐτοὺς ἐκ περισσοῦ, ὅτι τῆς ἑορτῆς ἑστώσης πάντες ἐπὶ τὴν Βηθανίαν ἔτρεχον· αὐτὸς δὲ κατασβέσας τὸν θυμὸν αὐτῶν τῇ εἰς τὴν ἔρημον ἀναχωρήσει, πάλιν εἰσέρχεται μετὰ παρρησίας. Διὸ καὶ “ὄχλος πολὺς “ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαία τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ·” τοῦτο δὲ ἐποίουν, δεικνύντες ὅτι μείζονα λοιπὸν ἣ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ· ὅθεν καὶ ἔλεγον, “ὠσαννὰ, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ισραὴλ,” ὅπερ ἦν πιστευόντων, ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλ’ ὅτι παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς ἦλθε. Σημαίνει δὲ τὸ “ὡσαννὰ,” σῶσον δή.