Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῶν προσελθόντων Ἑλλήνων.
τίνες ἦσαν “ οἱ Ἕλληνες οἱ ἀναβάντες, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ,” οἵτινες προσῆλθον τῷ Φιλίππῳ; οἱ ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γενέσθαι, τουτέστι τῷ Ἰουδαϊσμῷ προσελθεῖν· τῆς φήμης οὖν διαδοθείσης λέγουσι τῷ Φιλίππῳ, θέλομεν τὸν “Ἰησοῦν ἰδεῖν·” ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται, ἀλλ’ οὐδὲ οὕτως ἅπλως αὐθεντεῖ· ἤκουσε γὰρ ὅτι “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθετε, καὶ εἰς
Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ χρώμενοι τῷ προσκυνήσοντες εἰς τὸν νόμον, ὡς εἰς σεπτὸν τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίων. Δόξαν καλεῖ τὴν ἀνάστασιν, μεθ’ ἣν ὡς Υἱὸς Θεοῦ ἐδοξάσθη.
Καιρὸς τοῦ μεταβῆναι τοὺς μαθητὰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι.
Θεοδώρου Μομψουεστίασ. Καιρὸς λοιπόν ἐστιν ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων· εἰ γὰρ μέλλομεν τούτοις μὲν ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπειδὴ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησὶ, καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, πορευθέντες μαθητεύσατε πάντα τὰ “ἔθνη,” ἀλλ’ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε,” καὶ, οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ισραὴλ,” καὶ, οὐκ ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.” ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν, ὡς ἀνελεῖν, περιττὸν ἦν προσεδρεύειν, διακρουομένων ἐκείνων, καὶ παραιτήσαντο λέγον- τες, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,” τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν. Αὕτη ἡ διάλεκτος γέγονε τῇ δευτέρᾳ καὶ τῇ
Ἀμμωνίου πρεσβυτέρου. Μῆ θορυβεῖσθε ἐὰν γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα, καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσι· καὶ μὴ ἀπιστεῖτε, καὶ γὰρ ἐν τῷ σίτῳ τούτῳ γίνεται· ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης, μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς Θεόν.
Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ γὰρ ἀπὸ λόγων ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων αὐτὸ πείρας μεθοδεύει λέγων, ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται, μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ, εἰ δὲ ἐν τῷ σπέρματι τοῦτο, πολλῷ μᾶλλον ἐμοί. Ἀλλ’ οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὰ λεγόμενα.
Τί ἐστιν ὅπερ εἶπεν “ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ;“ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, οὗτος ἀπολέσει αὐτήν· ὁ δὲ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. τίς δέ ἐστιν ὁ μισῶν; ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ. Οὐκ εἰπε δὲ ὁ μὴ εἴκων, ἀλλ’ ὁ μισῶν αὐτὴν, τὴν μετὰ σφοδρότητος ἀποστροφὴν δηλῶν· λέγει δὲ νῦν τοῦτο, ἐγγὺς ὢν τοῦ πάθους, ἐπειδὴ ᾔδει αὐτοὺς κατηφείας πλήρεις ἐσομένους, διὰ τοῦτο ὑπερβολὴν ἐποιήσατο.
Τί λέγω, φησὶν, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; ἐὰν γὰρ καὶ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, οὐδ’ ὑμῖν ἐστι κέρδος· τὸ δὲ οὐ προσθῆναι τὸ ἐν τῷ κόσμῳ τούτῳ” τὸ φονικὸν καὶ ἐπαχθὲς παραμυθεῖται τοῦ λόγου, τὸ δὲ ἐμοὶ” ὁ διακονῶν ἐμοὶ ἀκολου- “θείτω” περὶ τοῦ θανάτου εἶπε· τὴν γὰρ διὰ τῶν ἔργων ὑπακοὴν ἀπαιτεῖ, καὶ ἐπειδὴ φορτικὰ εἶπε, τὸ ἔπαθλον τίθησι λέγων, καὶ “ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Ποῦ δέ ἐστιν ὁ Χριστός; ἐν οὐρανοῖς. “καὶ ἐάν τις ἐμοὶ διακονεῖ,” φησὶν, οὐκ εἶπε, τιμήσω αὐτὸν ἐγὼ, ἀλλ’ ὁ Πατὴρ τὸ γνήσιον παριστᾷ, ὡς γὰρ γνησίου παιδὸς διάκονος, οὕτως ὁ Πατὴρ ἀποδέξεται. ἴσως ἐρεῖ τις περὶ τοῦ “νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; “Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης,” ὅτι οὐκ ἔστι τοῦτο θανάτου προτρεπομένου καταφρονεῖν. μάλιστα μὲν οὖν προτρεπομένου ἐστίν. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι αὐτὸς ἔξω ὢν τῶν ἀνθρω-
Διὰ τί “ὁ ὄχλος ἀκούσας τῆς φωνῆς ἔλεγε, βροντὴν γεγο- νέναι;“καὶ γὰρ τρανῆ καὶ εὔσημος ἦν ἡ φωνή· διὰ τὸ ταχέως αὐτῶν ταύτην ἀποπτῆναι· διὸ ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καἳ ῥαθύμων οὕτως ἐνομίσθη, καὶ οὗτοι μὲν τὸν ἦχον κατεῖχον μόνον, οἱ δὲ εἰπόντες, ὅτι Ἄγγελος αὐτῷ λελαληκε,” ἔναρθρον μὲν τὴν φωνὴν ᾔδεσαν· τί δὲ ἐσήμανεν, οὐκέτι. ὁ δὲ Χριστὸς πρὸς ἐκεῖνο ἱστάμενος ὃ ἔλεγον ἐκεῖνοι ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, φησὶ πρὸς αὐτοὺς, “οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι’ ὑμᾶς·” ὁ γὰρ ἐκ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι’ αὐτὸν δοξάζεται; ὅθεν χρὴ σκοπεῖν, ὅτι τὰ ταπεινὰ δι’ αὐτοὺς γίνεται, καὶ οὐχ ὡς τοῦ υἱοῦ ἐσομένου h βοηθεῖας· τὸ δὲ “νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,” δηλοῖ ὅτι δικαστήριον ἔσται καὶ ἐκδίκησις, πῶς καὶ τίνι τρόπῳ ἐκεῖνος ἀνεῖλε τὸν ἄνθρωπον ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ. Διὰ οὖν τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἐν ἐμοὶ τοῦτο οὐχ εὑρών. ὡσανεὶ ἔλεγεν ὁ Χριστὸς, τίνος ἕνεκεν ἐπεπήδησεν εἰς ἐμὲ, καὶ θανάτῳ παρέδωκεν· οὐκ οὖν δι’ ἐμὲ ἐκδικηθήσεται ὁ κόσμος ὅλος· τὸ δὲ “ὅταν ὑψωθῶ “ἐκ τῆς γῆς,” περὶ τοῦ σταυροῦ λέγει· τὸ δὲ, ”πάντας ἑλκύσω [*](h Leg. δεομένου.)
Θεοδώρου Μομψουεστίασ. ταῦτα δέ φησιν, οὐχ ὡς τῆς ψυχῆς ἐνταῦθά τι πασχούσης, ἀλλὰ τῆς ψυχῆς φιλίαν καλέσας τὸ δοκεῖν αὐτὴν κατέχειν, καὶ ὥσπερ σωτήριον οὐ προδιδόντα τοῖς συμβαίνουσι κινδύνοις τὸ σῶμα.π
Κυρίλλου. Οὐκ ἐν ἑτέροις εἶναι προσῆκον ἃν εἴη τὸν ὑπηρέτην τοῦ Χριστοῦ, ἣ ἐν οἷςπερ ἐστὶν αὐτὸς, καὶ οὐχὶ πάντως φημὶ τοῖς
Θεοδώρου Ἡρακλείασ. Ἀνθρωπίναις ἐνταῦθα καὶ ταπεινοτέραις ἐχρήσατο λέξεσιν, ἐκ τούτων δεικνὺς ὅτι ὄντως τῆς ἀνθρωπίνης ἐκοινώνησε φύσεως, ἣ ἴσως προορῶν τὴν πτῶσιν τῶν ἀπίστων, καὶ τῶν τέως νομιζομένων εἶναι οἰκετῶν τὴν μέλλουσαν ἀπαλλοτρίωσιν, ἐταράσσετο φειδόμενος αὐτῶν τῆς ἀχαρίστου γενεᾶς. Οὐ γὰρ δεδιὼς τὸν θάνατον, ὡς οἴονταί τινες, τὴν λεγομένην ὑπέμεινε ταραχήν· οὐ γὰρ ἠγνόει τινος ἕνεκεν τὴν πρὸς ἡμᾶς ἐποιήσατο ἄφιξιν, ὡς ἐγγύθεν ἔδειξεν εἰπὼν, “διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν “ταύτην,” εἰ γὰρ ἐταράσσετο διὰ φόβον θανάτου, πῶς ἂν ἐδίδαξε τοὺς ἄλλους τούτου καταφρονεῖν, λέγων, “μὴ φοβηθῆτε “ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι;” μέλλων τοιγαροῦν ἐφάπτεσθαι τῆς τῶν προειρημένων πείρας, ἐπεκαλεῖτο τὸν δι’ αὐτὸ τοῦτο αὐτὸν ἀποστείλαντα· i ξένης δὲ τίς παρ’ ἡμῖν συνήθης φωνῆς ἐπακούσαντες, ἀμφίβολον ἐξ ἀνάγκης ἔσχον τὴν διάνοιαν.
Ἀμμωνίου πρεσβυτέρου. Φῶς καλεῖ τὴν εὐαγγελικὴν σκότος δὲ τὴν ἄγνοιαν, ἢ τὴν τῶν ἀσεβῶν κατάκρισιν.
Διὰ τί ταῦτα εἰπὼν ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν; οὐδὲ γὰρ λίθους ᾖραν κατ’ αὐτοῦ, οὐδὲ ἐβλασφήμησάν τι τοιοῦτον, οἷον ἔμπροσθεν· τίνος οὖν ἕνεκεν ἐκρύβη; τὰς καρδίας ἐμβατεύων, ᾔδει τὸν θυμὸν αὐτοῖς ἀγριαίνοντα, εἰ καὶ μηδὲν ἐφθέγγοντο· κρύπτεται οὖν παραμυθούμενος αὐτῶν τὸν φθόνον· χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸν ἠνίξατο ὁ Εὐαγγελιστὴς, εὐθέως ἐπαγαγὼν, “τοσαῦτα “δὲ σημεῖα αὐτοῦ πεποιηκότος οὐκ ἐπίστευον εἰς αὐτὸν,” ποῖα; τοσαῦτα ἃ παρέλιπεν ὁ Εὐαγγελιστὴς οὗτος.
Τὸ δὲ, “ἵνα πληρωθῇ ὁ λόγος, ὃν εἶπεν Ἡσαΐας,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐχὶ αἰτιολογίας ἐστὶ τὸ ἴνα, ἀλλ’ ἐκβάσεως· οὐδὲ γὰρ ἐπειδὴ οὐκ ἔμελλον πιστεύειν, διὰ τοῦτο εἶπεν Ἡσαΐας, καὶ τὸ “οὐκ ἐδύναντο δὲ πιστεύειν,” καθὼς καὶ τοῦτο εἶπεν Ἡσαΐας, “διότι ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺb” καὶ τὰ ἑξῆς, τὴν αὐτὴν ἔχει ἔννοιαν· διὰ πάντων γὰρ τούτων βούλεται παραστῆσαι [*](i Leg. vid. ξένης δὲ τῆς παρ’ ἡμῖν συνήθους φ.)
Θεοδώρου ἡρακλείασ. “Ἐκρύβη,” οὐ δειλίας ἕνεκεν, οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστῶν, ἀλλ’ ὑπερώρει χρησίμως, ἵνα σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων, οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι, καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πράξεων ἀκριβῶς ἀναπεμπαζόμενοι, εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾷν τὰ πράγματα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ’ ὅμως τὸ παρ’ ἑαυτοῦ διὰ φιλανθρωπίαν ἐποίει.
Ἀμμωνίου καὶ ἰωάννου. ὁ Θεὸς ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἢ γὰρ ἂν οὐκ ἂν ἀπῄτησεν αὐτοὺς εὐθύνας, ὅπου γε καὶ τὰ ἀκούσια πταίσματα συγχωρεῖ, τοὺς δὲ συστρόπους τυφλωθέντας ὑπὸ τοῦ διαβόλου παραδίδωσιν εἰς πάθος καὶ ἀδόκιμον νοῦν· ἐν ᾧ γὰρ τοιοῦτοί εἰσιν, οὐ δίκαιον αὐτοὺς γνῶναι τοῦ μυστηρίου τὸ βάθος, τοὺς τῆς διανοίας αὐτῶν μύσαντας ὀφθαλμους.
Απολιναρίου. Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ Θεοῦ, μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως. “ταῦτα δὲ,” φησὶν, ὁ Εὐαγγελιστὴς “ εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.” τίνος; τοῦ Πατρός· οὐ γὰρ Ἰωάννης περὶ τοῦ Υἱοῦ λέγει, ὁ δὲ Παῦλος περὶ τοῦ Ἁγίου Πνεύματος· οὐχ ὡς συναλείφοντες τὰς ὑποστάσεις, ἀλλὰ μίαν ἀξίαν δηλοῦντες· δόξαν δὲ ἐνταῦθά φησι τὴν ἐν ὄψει, ἐκεῖνον τὸν καπνὸν, τὸ ἀκοῦσαι μυστηρίων ἀπορρήτων, τὸ ἰδεῖν τὰ Σεφαρείμ· τι δὲ ἐλάλησεν, “ ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ- “μοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν,” καὶ τὰ ἑξῆς; ἰδίωμα δὲ τοῦτό ἐστι τῆς γραφῆς, ὡς τὸ, “παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον “νοῦν,” τοῦτ’ ἔστι, συνεχώρησεν, ἀφῆκεν,οὐχὶ γὰρ ἐνεργοῦντα αὐτὸν
Ἵνα τί τοιοῦτον ἐννοεῖς λέγοντα· ὅταν εἰς ἐμὲ πιστεύητε, τὸν δι’ ὑμᾶς μὲν ἄνθρωπον, καθ’ ὑμᾶς δὲ Θεὸν δι’ ἑαυτοῦ, καὶ τὸν ἐξ οὗπερ εἰμὶ Πατέρα, μὴ ἀνθρώπῳ τὴν πίστιν ἀνατιθέναι νομίσητε· εἰ μὴ γὰρ οὐδὲν ἧττον κατὰ φύσιν Θεὸς, εἰ καὶ φαίνομαι κἀς ὑμᾶς, ἔχω δὲ ἐν τῷ κ τὸν γεννήσαντα· ἐμοῦ τοιγαροῦν ὄντος ὁμοούσίου τῷ γεγεννηκότι, διαβήσεται πάντως ἡ πίστις, καὶ εἰς αὐτὸν τὸν Πατέρα.
Ἐπεὶ δὲ ὁ Πατὴρ πανταχοῦ τῆς γραφῆς φῶς καλεῖται, διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ φησιν, “ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,” διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα αὐτὸν καλεῖ, ἐντεῦθεν τοῦτο μαθὼν, πολλὴν δὲ δείκνυσι καὶ ἐκ τούτου τὴν πρὸς τὸν Πατέρα συγγένειαν, καὶ ὅτι οὐδὲν τὸ μέσον· καὶ διὰ τοῦτο δὲ φῶς ἑαυτὸν ἐκάλεσε, διὸ τὸ τῆς πλάνης ἀπαλλάττειν, καὶ τὸ νοητὸν σκότος λύει.
Τί ἐστιν ὅπερ φησὶν, ὅτι “οὐκ ἦλθον κρῖναι τὸν κόσμον;” οὐκ [*](κ Leg. vid. ἐν ἐμαυτῷ.)
Αὕτη δὲ ἦν ἵνα κἀκείνους ἐπισπάσηται, καὶ τοὺς μετὰ ταῦτα αἱρετικοὺς ἐπιστομίσῃ· πρὸς δὲ τοὺς πλάνον αὐτὸν ἀποκαλοῦντάς φησι, καὶ ὄιδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι, τὸ δὲ, ἃ “ἐγὼ λαλῶ, καθὼς εἴρηκε μοι, ὁ πατὴρ οὕτω λαλῶ” σημαίνει, ὅτι οὐκ ἔστιν ἕτερα μὲν ἐκεῖνον λέγειν, ἕτερα δὲ ἐμὲ φθέγγεσθαι, ἀλλ’ ὥσπερ τοὺς ἐντολὴν πληρῶσιν, οὕτως οὐδ’ ἐμὲ ἄλλο τι πρᾶξαι ἢ εἰπεῖν δυνατὸν, ἀλλ’ ἢ ὅπερ ὁ Πατὴρ βούλεται. δεῖξαι δὲ θέλων ἑαυτὸν πανταχοῦ συνημμένον τῷ γεγεννηκότι, καὶ ὅτι οὐδὲν μέσον ἐστι, α γὰρ ἐγὼ ποίω, ἐκεῖνος ποίει, ὅτι μετ’ ἐμοῦ ἐστι, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ.
Ἀμμωνίου πηρεσβυτέρου. Ὡς οὖν ὁ Πατὴρ φῶς, οὕτω καὶ Υἱός· διὸ δεῖξαι θέλων ὁ Παῦλος τὴν πολλὴν ἐμφέρειαν “ἀπαύ- “γασμα” καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ τὸ φῶς φανὲν, καὶ ἑαυτὸν δῆλον ποιεῖ καὶ τὰ ὁρώμενα. Οὕτως ὁ Υἱὸς φῶς ὣν, καὶ ἐλθὼν, καὶ ἑαυτὸν ἡμῖν ἐγνώρισε καὶ τὸν Πατέρα. Ὁ σκοπὸς τῆς νῦν παρουσίας γέγονεν οὐ διὰ τὸ κρῖναι, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς· ἵνα μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν ἀνάγει τὴν αἰτίαν εἰς αὐτὸν ἀπιστίας. Ὁ λόγος τῆς ταπεινο- φροσύνης αὐτοῦ, κατακρίνει αὐτοὺς, αὐτὸς ὁ Υἱὸς μέλλει κρίνειν τοὺς ἀπειθεῖς, οὐ μὴν ὁ λόγος· αἰνιγματωδῶς γὰρ λαλεῖ. ἐν ἡμέρᾳ κρίσεως, ὁ πρὸς σωτηρίαν ἡμᾶς καλέσας λόγος, ἐκπειθήσας τιμω-
Ἀπολιναρίου. Αὐτοῦ τὰ ῥήματα μετ’ ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὃς εἰς τὰ ἴδια ἥκει καὶ διαλέγεται μετ’ ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ Θεοῦ δεδομένων λόγων. Οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ, “ἐγὼ λέγω ὑμῖν,” καὶ τὸ ἐν παραθέσει τῆς] πρὸς τοὺς Θεοῦ νόμους. παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπον τὸ, “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις,” ἐπιφέρει καθ’ ἕκαστον τόδε, “ἐγὼ ἐγὼ λέγω ὑμῖν.” οὐδὲ ἀλλοτρία Σωτῆρος ἡ νομοθεσία, οὐδὲ ἐξ ἀποκαλύψεως καλεῖ, οὐδὲ προστεταγμένον διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν αὐτὸν, τὴν ἰδίαν αὐτοῦ καὶ τὴν πρὸς αἰώνιον αὐτοῦ ὕπαρξιν.
Ἀμμωνίου πρεσβυτέρου. Ὡς ἐκ Πατρὸς λέγει ταῦτα ποιεῖν, ἐπείπερ ἑώρων αὐτὸν ὁ Ἰουδαῖοι τὴν τοῦ νομοῦ σκιὰν μεταπλάττοντα ἔπι τὸ πνευματικώτερον.
Ἰωάννου. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, τοῦτό φησιν, ὅτι γὰρ οὐ δυνήσονται ταῦτα λέγειν· τὰ γὰρ ῥήματα ἃ ἐλάλησε νῦν, ἐν τάξει στήσεται κατηγόρου ἐλέγχοντα αὐτοὺς, καὶ πᾶσαν διακόπτοντα ἀπολογίαν.