Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρὼν.
Τὸ τῆς εἰλικρινοῦς οὖν ἀναστάσεως τοῦ Λαζάρου σημεῖον δεῖξαι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ὁ δὲ Λάζαρος εἷς ἦν “τῶν ἀνακειμένων σὺν αὐτῷ,” δηλῶν ὅτι μετὰ πολλὰς τοῦ ἀναστῆναι αὐτὸν ἔτι ἔζη· διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “ἡ Μάρθα διηκόνει,” ἐσήμανεν, ὅτι ἐν τῆ οἰκία αὐτῆς ἡ ἑστίασις ἦν. Οὐ ποιεῖται δὲ κοινὴν τὴν ὑπηρεσίαν ἡ Μαρία ἡ ἀδελφὴ Λαζάρου, ἀλλ’ εἰς τὸν Χριστὸν μόνον περιίστησι τὴν τιμήν· ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλὰ ὡς Θεῷ· τὸ γὰρ μῦρον διὰ τοῦτο ἐξέχεεν, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἐξέμαξεν, ὡς οὐκ ἔχουσα περὶ αὐτοῦ τοιαύτην ὑπόληψιν, οἵαν οἱ πολλοὶ, ὡς περὶ ψιλοῦ ἀνθρώπου, ἀλλ’ ὡς δεσπότου καὶ Κυρίου. Ὁ δὲ Ἰούδας προσχήματι μὲν εὐλαβείας δῆθεν ἐπετίμα τῷ γεγονότι, λέγων, διὰ τί οὐκ ἐπράθη τοῦτο τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς ;“οὐκ ἀπὸ γνώμης δὲ τοιαύτης. πῶς δὲ ἄλλος Εὐαγγελιστὴς λέγει, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο εἶπον; ὅτι καὶ πάντες μὲν, κἀκεῖνος δὲ, ἀλλ’ οἱ
Γένος τοῦ Θεοῦ πάντες ἄνθρωποι, καὶ τέκνα χρηματίζομεν, καθὸ πάντων ἐστὶ Πατὴρ, τρόπῳ δημιουργικῷ γεννήσας· πρὸς τούτοις δὲ ἔτι καὶ κατ’ ἐκεῖνον τὸν λόγον, καθ’ ὃν τετιμήμεθα γεγονότες ἐξ ἀρχῆς κατ’ εἰκόνα τοῦ κτίσαντος, καὶ ἄρχειν λαχόντες χόντες τῶν ἐπὶ τῆς γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες, ἀλλ' ἐσκόρπισεν ὁ Σατανᾶς ἐν ταὐτῷ μεῖναι καὶ συγχωρήσας καὶ άποσυλήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. Συνήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκευασεν.
Ὠριγένουσ. Οὐκ εἴ τις προφητεύει, προφήτης, ἀλλ’ εἴ τις προφήτης, προφητεύει. Βαλαὰμ γὰρ μάντις ὣν προφητεύει. Οὐ γὰρ εἰ τις ἰατρικόν τι ἐποίησεν, ἤδη καὶ ἰατρὸς, ἣ καὶ οἰκοδομικὸν ποιήσας, ἤδη καὶ οἰκοδόμος.
[*](d ἐρώτητα Cod.)Ἀμμωνίου πρεσβυτέρου. Εἰς κατάκριμα τῶν οὐ δειλιῶν, καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις.
Ὠριγένουσ. βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς τοῦ ἀλογώτερον ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδ’ ἃν ὑπὲρ τῆς ἀληθείας ὦσιν, ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύσεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει, διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι· οὐ γάρ ἐστιν ἐν αὐτοῖς λόγος Θεοῦ· ἀλλ’ ἀπῆλθεν ἀπ’ αὐτῶν εἰς τὴν ἔρημον, περὶ ἧς λέγεται, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·” ἐγγὺς Ἐφραὶμ, ἥτις ἑρμηνεύεται καρποφορία, ἀδελφὸς ὣν Μανασσῆ πρεσβυτέρου, τοῦ ἀπὸ λήθης. Μετὰ γὰρ τὸν ἀπὸ λήθης λαὸν, γεγένηται ἡ ἐξ ἐθνῶν καρποφορία.
Ἀμμωνίου πρεσβυτέρου. Οἱ ἡμαρτηκότες ἑκούσια ἣ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ Πάσχα, εἰ μὴ ἡγνίσθησαν τὸν συνήθη ἁγνισμόν. Οὐ φανεὶς εὐθὺς ἐπέφανεν, ἀλλ’ ἐπέζησεν, ἐσθίων καἰ πίνων, καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ Εὐαγγελιστὴς εἶπε.
Θεοδώρου Ἡρακλείασ. τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας, συμβολικῶς ἐπεδείκνυτο ἐκεῖνος, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὸν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ, εὐωδίας ἡ σύμπασα κτίσις, ὥσπερ μέγας οἶκος, ἐπληρώθη μύρου· τῷ τοίνυν αἰσθητῷ τὸν νοητὸν ἐκείνη προσεμήνυε· τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος, ἡ τῆς γνώσεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον.