Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ Λαζάρου.
τίνος ἕνεκεν ὑπομιμνήσκει τῆς ἱστορίας ταύτης ὁ Εὐαγγελιστὴς λέγων, ἦν δέ τις ἀσθενῶν Λάζαρος,” καὶ τὰ ἑξῆς; ἡμᾶς παιδεύων μὴ δυσχεραίνειν, ἐάν τις ἀσθένεια γένηται περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους. Καὶ γὰρ καὶ οὗτος φίλος ὣν τοῦ Χριστοῦ ἠσθένει. Χρὴ δὲ καὶ τοῦτο μὴ ἀγνοεῖν, ὅτι οὐκ ἦν ἡ Μαρία αὕτη, ἡ ἀδελφὴ τοῦ Λαζάρου, ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ, οὐδὲ ἡ ἐν τῷ Λουκᾷ, ἀλλὰ ἄλλη, οὐχὶ πόρνη καθάπερ ἐκεῖναι, ἀλλὰ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Διὰ τι δὲ οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα ὡς ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικὸς, ἐποίησαν καὶ αὗται, ἀλλὰ πέμπουσι λέγουσαι, Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ;” ἐπειδὴ σφόδρα ἐθάρρουν τῷ Χριστῷ, καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν, καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν, ἐκ τῶν μετὰ ταῦτα δῆλον.
Τὸ δὲ “ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ,” εἰς οἶκτον ἐπισπάσασθαι τὸν Χριστόν. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον αὐτῷ. Τὸ “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον” εἶπεν ὁ Χριστὸς καὶ τὰ ἑξῆς, τέως ἀποπέμψασθαι τοὺς ἀπαγγείλαντας αὐτῷ ὅτι ἀσθενεῖ βουλόμενος, πρὸς τὸ εἰπεῖν αὐταῖς τοῦτο, ἐφ’ ᾧ καὶ θαυμάσαι ἐστὶ τὰς ἀδελφὰς αὐτοῦ, ὅτι οὐκ ἐσκανδαλίσθησαν ὡς ἀπεναντίας τοῦ πράγματος γενομένου, ἀλλὰ προσῆλθον τῷ Χριστῷ. δεῖξαι δὲ θέλων μίαν εἶναι τὴν δόξαν αὐτοῦ καὶ τοῦ Πατρὸς, ἐπαγγέλλων ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς· προειπὼν γὰρ τῆς δόξης τοῦ Θεοῦ, μετὰ ταῦτα ἐπήγαγεν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ ἵνα” ἐνταῦθα οὐκ αἰτιολογίας ἀλλ’ ἐκβάσεως ἐστί. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀρρωστία· ἐχρήσατο δὲ ταύτην εἰς δόξαν ὁ Θεός. Διὰ τοῦτο δὲ μετὰ τὸ ἀκοῦσαι αὐτὸν ὅτι ἀσθενεῖ, ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας, ἵνα ἀποπνεύσῃ καὶ ταφῇ, ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι ἔκλυσις
Διὰ τί οὐδαμοῦ ἄλλοτε προειπὼν ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν νῦν λέγει τοῖς μαθηταῖς αὐτοῦ, “ἄγωμεν εἰς τὴν Ἰουδαίαν;” τὸ δεδοικέναι αὐτοὺς σφόδρα, ἵνα μὴ ἀθρόον αὐτοὺς ἐκεῖ παραγενόμενος ταράξῃ. ταράξῃ. οὖν ὡς μήπω ὄντες ἀπηρτισμένοι ἐφοβοῦντο περὶ αὐτοῦ, τὸ δὲ πλέον ὑπὲρ ἑαυτῶν, λέγουσιν αὐτῷ, ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;” αὐτὸς παραθαρρύνων αὐτοὺς φησὶν, οὐχὶ δώδεκά εἰσιν “ὧραι τῆς ἡμέρας ;“καὶ τὰ ἑξῆς. Ὅ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων ἐν ἀσφαλείᾳ ἐστὶ, πολλῷ μᾶλλον ὁ μετ’ ἐμοῦ ὢν διὰ παντὸς τοῦ δημιουργοῦ τοῦ φωτὸς τούτου. Είπὼν δὲ ὅτι Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οὐχ ὡς πάλιν διαλεξόμενος τοῖς Ἰουδαίοις ἄπεισιν, ἀλλὰ τὸν φίλον ἐξυπνίσων. Διὰ τοῦτο δὲ ἐν προθυμίᾳ καθιστῶν τοὺς μαθητὰς, ἐκεῖνοι δὲ ἐκκόψαι βουλόμενοι τὴν ἐκεῖσε πορείαν, λέγουσιν, “εἰ κεκοίμηται, σωθήσεται.” Λέγεις, ὅτι καθεύδει, καὶ βαρέως ἔχει. Οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Πόθεν δὲ ὕπνον ὑπέλαβον οἱ μαθηταὶ, καἰ οὐδὲ ἀπὸ τοῦ εἰπεῖν, πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν” ἔγνωσαν θάνατον εἶναι, καὶ γὰρ ἀνοίας ἦν, εἴ γε προσεδόκουν στάδια πέντε καὶ δέκα πορεύεσθαι αὐτὸν, ὥστε ἐξυπνίσαι τὸν κεκοιμημένον; οὐκ ἀληθῶς ὕπνον ἐνόμισαν, ἀλλ’ αἰνίγματι λέγειν αὐτὸν, οἷα πολλὰ διελέγετο. ἐπεὶ οὖν ὀκνηρότερον διέκειντο, τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανε, καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ, ἀλλ’ ἄγωμεν πρὸς αὐτὸν,” τὸ μὲν πρότερον τὸ ἀκόμπαστον παραστῆσαι βουλόμενος ἔλεγε, “κεκοίμηται” ἐπειδὴ δὲ οὐ συνεῖδον, τότε φησὶ, ὅτι ἀπέθανε καὶ ὅτε μὲν ἔλεγε, κεκοίμηται, λέγει, πορεύομαι ἴνα ἐξυπνίσω αὐτόν. Ὅτε δὲ εἶπεν, ὅτι ἀπέθανεν, οὐκ ἔτι προσέθηκεν ὅτι πορεύομαι, ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἐβούλετο νῦν τοῖς ῥήμασι προλέγειν, ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι. Διὰ τι δέ φησι, “χαίρω δι’ ὑμᾶς;” ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ, ἴνα ἐπειδὰν ἀναστήσω, μηδεμία ἔσται ἐν ὑμῖν ὑποψία· οὕτω ἀτελέστερον ἔτι διέκειντο,
Εἰ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία, ὅπερ ἦν μίλια δύο, πῶς τεταρταῖος ὁ Λάζαρος ἦν· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς ἐλθὼν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ καὶ τὰ ἑξῆς; ἐπειδὴ ἔμεινεν ἐκεῖ δύο, καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων, καθ’ ἣν καὶ ἐτελεύτησε, καὶ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. οὐκ ἦλθε δὲ αὐτεπάγγελτος, ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός. Ἐμνημόνευσε δὲ τῶν πέντε καὶ δέκα σταδίων, ὅπως ἐντεῦθεν μάθωμεν, ὅτι διὰ τὸ εἶναι ἐγγὺς τὰ Ἱεροσόλυμα, πολλοὺς ἦν εἰκὸς τῶν Ἱεροσολυμιτῶν παρεῖναι, ἵνα παραμυθήσωνται αὐτάς. Παρεμυθοῦντο δὲ οὐχ ὡς φιλουμένας ὑπὸ Χριστοῦ, καὶ γὰρ ἦσαν συνθέμενοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγος γένηται, ἀλλ’ ἣ διὰ τὴν ἀνάγκην τῆς συμφορᾶς, ἣ ὡς εὐγενεστέρας αἰδούμενοι, ἢ οἱ μὴ πονηροὶ οὗτοι παρῆσαν, ὅθεν πολλοὶ ἐξ αὐτῶν ἐπίστευσαν. Διὰ τί οὐ παραλαμβάνει τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς ἡ Μάρθα, ἀλλὰ μόνη τῷ Χριστῷ ἀπήντησεν; ἐπειδὴ κατ’ ἰδίαν συντυχεῖν αὐτῷ ἐβούλετο, καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι· ὅθεν ἐπειδὴ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε, τότε ἄπεισι καὶ καλεῖ τὴν ἀδελφήν τὸ δὲ ὅσα ἃν “αἰτήσῃ τὸν Θεὸν δώσει σοι” εἶπεν, ἐπειδὴ εἰ καὶ ἐπίστευον εἰς τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς προσῆκε· οὐδὲ γὰρ ὅτι Θεὸς ἦν ἐπίστευον, ἀλλ’ ὡς περὶ ἐναρέτου τινὸς καὶ εὐδοκίμου διέκειντο· αὐτὸς δὲ ἀνατρέπων τὴν τοιαύτην αὐτῶν ὑπόνοιαν, αὐθεντικῶς ἀποφαίνεται λέγων, “ἀναστήσεται ὁ ἀδελφός σου.” Πόθεν δὲ αὕτη ἀναστάσεως ἤδει, ὅτι εἶπεν αὐτῷ, οἶδα ὅτι ἀναστήσεται ἐν τῆ “ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ;“ἐκ τῆς τοῦ Χριστοῦ Ἤκουε γὰρ αὐτοῦ πολλὰ περὶ ἀναστάσεως διαλεγομένου, ἀλλ’ ὅμως ἐπόθει ὧδε πάλιν ἰδεῖν αὐτόν. Αὐτὸς δὲ δεικνὺς τὴν
Τὸ δὲ “οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα,” διὰ τὸν θάνατον εἶπε. βουλόμενος δὲ αὐτῆς ἀνεγεῖραι τὸν νοῦν, φησὶ, πιστεύεις “τοῦτο;“οὐ γὰρ μόνον τὸν Λάζαρον ἀναστῆναι τὸ ζητούμενον ἦν, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας εἰς τὴν πίστιν ὁδηγηθῆναι. Ἐκείνη δὲ μὴ συνιδοῦσα τὸ λεχθὲν, ἕτερον ἐρωτηθεῖσα, ἕτερον ἀποκρίνεται, λέγουσα, “ναὶ, Κύριε, ἐγὼ πεπίστευκα ὅτι “εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.”
Εἰ γὰρ καὶ μέγα τι κατενόησεν, ἀλλ’ οὐ μὴν τὸ πᾶν ἐπέγνω· τέως μέν τοι ἐκέρδανον ἐκεῖνο τὸ κωλύσαι τὸ πένθος, λάθρα δὲ τὴν ἀδελφὴν ἐφώνησε, σφόδρα συνεχῶς διαπραξαμένη· τοῦτο γὰρ πεποίηκε βουλομένη μὴ διαταράξαι τοὺς πρὸς αὐτὴν συνελθόντας Ἰουδαίους· καὶ γὰρ εἰ ἔγνωσαν ὅτι διὰ τὸν Χριστὸν αὐτῇ λελάληκεν, ἄρα ἃν καὶ ἀνεχώρησαν, νῦν δὲ ὡς ὀλοφυρομένῃ, πάντες ἠκολούθησαν ἐγερθείσης αὐτῆς, καὶ εἰς συνάντησιν τοῦ Χριστοῦ ἀπερχομένης. τίνος ἕνεκεν ἐπεσημήνατο ὁ Εὐαγγελιστὴς, ὅτι “οὔπω ὁ Ἰησοῦς ἐληλύθει εἰς τὴν κώμην,” καὶ τὰ ἑξῆς; ἵνα δείξη ὅτι σχολαιότερον ἐβάδιζεν, ὅπως μὴ δόξῃ ἐπιρρίπτειν ἑαυτὸν τῷ σημείῳ, ἀλλ’ ὡς ἀξιούμενος παρ’ ἐκείνων τοῦτο πεποίηκε· καὶ ἐπειδήπερ τὸ μέλλον γίνεσθαι θαῦμα μέγα ἦν, καὶ οἷον ὀλιγάκις ἐποίησεν ὁ Χριστὸς, καὶ ἔμελλεν μέγα κερδαίνειν πολλοὶ δι’ αὐτοῦ. Διὰ τοῦτο πολλοὺς οἰκονομεῖ γενέσθαι μάρτυρας τοῦ θαύματος. Φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “οἱ Ἰουδαῖοι οἱ ὄντες ἐν τῇ οἰκίᾳ “μετ’ αὐτῆς, ἠκολούθησαν αὐτῇ,” καὶ τὰ ἑξῆς. Θερμοτέρως δὲ ἡ Μαρία παρὰ τὴν ἀδελφὴν Μάρθαν προσῆλθε τῷ Χριστῷ· ἰδούσα γὰρ αὐτὸν, φησιν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, οὐκ αἰδεσθεῖσα τὸν ὄχλον, οὐ τὴν ὑποψίαν ἣν εἶχον περὶ αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ τῶν ἐχθρῶν, πάντα δὲ τὰ ἀνθρώπινα ἐκβαλοῦσα παρόντος τοῦ διδασκάλου, καὶ ἑνὸς γενομένη τῆς εἰς αὐτὸν τιμῆς. Φησὶ γὰρ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἃν ἀπέθανεν ὁ ἀδελ- φός μου.” Αὐτὸς δὲ διὰ τοῦτο οὐδὲν αὐτῇ διαλέγεται, οὐδὲ λέγει ταῦτα, ἃ καὶ πρὸς τὴν ἀδελφὴν αὐτῆς εἶπε, διὰ τὸ παρεῖναι πολὺν ὄχλον, καὶ μὴ εἶναι καιρὸν τῶν τοιούτων ῥημάτων· συγκα-
Τὸ δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν,” εἶπεν ἡ Μάρθα, ὡς ἀδύνατον εἶναι νομίσασα τοῦ ἀναστῆναι τὸν ἀδελφὸν αὐτῆς λοιπὸν, διὰ τὸ μῆκος τῶν τοσούτων ἡμερῶν, οὕτως ἔτι κάτω στρέφεται· ἀναμιμνήσκων δὲ ὁ Χριστὸς ὧν διελέχθη πρὸς αὐτὴν, καὶ σχεδὸν ἐπιτιμῶν ὡς ἀμνημονούσῃ, φησὶν, οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς. ὄψει τὴν δόξαν τοῦ Θεοῦ ;“τοῖς μὲν οὖν μαθηταῖς ἔλεγεν, ”ἵνα δοξασθῇ ἐν αὐτῶ ὁ Υἱὸς τοῦ Θεοῦ,” ταύτῃ δὲ τὴν δόξαν “τοῦ Θεοῦ,” περὶ τοῦ Πατρὸς λέγων. Ἡ γὰρ ἀσθένεια τῶν ἀκουόντων τῆς διαφορᾶς τῶν λεγομένων αἰτία ἦν. Διὰ τί εὔχεται, μᾶλλον δὲ τῆς εὐχῆς σχῆμα ἀνέλαβεν ; αὐτοῦ λέγοντος, ἀκούσωμεν, φησὶ γὰρ, ”διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σὺ μὲ ἀπέστειλας.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἵνα μὴ ἀντίθεον με νομίσωσιν, ἵνα μὴ λέγωσιν, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γιγνόμενον. Οτι γὰρ τοῦτό ἐστιν, ἴδωμεν καὶ τίς ἡ ἀρχή· “εὐχαριστῶ σοι,” φησὶ, Πάτερ, ὅτι ἤκουσάς μου. τίς δὲ οὕτως ηὔξατό ποτε ; πρὶν γάρ τι εἰπεῖν, “ἤκουσάς μου,” φησὶ, δεικνὺς, ὅτι οὐ δεῖται εὐχῆς. Δῆλον δὲ τοῦτο ἀφ’ ὧν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων, σοὶ λέγω, δαιμόνιον, ἔξελθε ἀπ’ αὐτοῦ,” καὶ “θέλω καθαρίσθητι, καὶ ἀφέωνται αἱ ἁμαρτίαι σου,” καὶ τῇ θαλάσσῃ, “σιώπα, πεφίμωσο.” Κράξας δὲ φωνῇ μεγάλῃ, Λάζαρε, δεῦρο “ἔξω,” οὐκ εἶπεν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω, οὐ δὲ ἀνάστησον αὐτὸν, Πάτερ, ἀλλ’ εὐξαμένου σχῆμα λαβὼν ὡς εἴρηται, δι’ ἢν εἶπον αἰτίαν, τὴν αὐθεντίαν διὰ τῶν πραγμάτων
τίνος ἕνεκεν τῶν Ῥωμαίων μνημονεύουσι, λέγοντες, ὅτι “ἐὰν “ἀφῶμεν αὐτὸν, ἔρχονται οἱ ‘Ρωμαῖοι καὶ αἴρουσιν ἡμῶν καὶ τὸ “ἔθνος καὶ τὴν πόλιν ;“τὸν λαὸν ἐπισεῖσαι σπουδάζοντες, ὡς μέλλοντος τοῦ πλήθους τῶν Ἰουδαίων δῆθεν κινδυνεύειν, ἐπὶ ὑποψίᾳ δῆθεν τυραννίδος. ἐὰν γὰρ ὀχλαγωγοῦντά φησιν ἴδωσι τὸν Χριστὸν οἱ ‘Ρωμαῖοι, ἐκ τοῦ πιστεῦσαι πολλοὺς εἰς αὐτὸν, ὑποπτεύουσιν ἡμᾶς ἐπὶ τυραννίδι, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δὲ ἔλεγον οὐ προσδοκῶντες ταῦτα, ἀλλὰ βασκαίνοντες· ἵνα γὰρ μὴ δόξωσι τὸν ἑαυτῶν φθόνον δημοσιεύειν, τὴν πόλιν λέγουσι κινδυνεύειν ἅπασαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν λόγον.
Θεοδώρου Μομψουεστίασ. Τὸ, “ἴδε, ὃν φιλεῖς πίστεως ἀπόδειξιν ἔχει· οὕτω γὰρ ᾔδεσαν πολλὴν περιεῖναι τῷ Κυρίῳ δύναμιν, ὡς θαυμάζειν ὅτι καθήκετο ἀσθένεια ἀνδρὸς φιλουμενου παρ’ αὐτοῦ·
Ἀμμωνίου Πρεβυτέρου. Οὐκ ἔστι πρὸς θάνατον, τουτέστι πρὸς διηνεκῆ, ἀλλ’ εἰς μόνας τέσσαρας ἡμέρας, ἐπειδὴ ἀνέστη μετ’ οὐ πολύ. πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος, λέγομεν μὴ εἶναι πρὸς θάνατον τὴν ἀσθένειαν. οὐ τοσαύτης ἦν δόξης καὶ θαύματος τὸ ἐγεῖραι τὸν Λάζαρον ἐκ τῆς νόσου, ὅσον τὸ ἀναστῆσαι αὐτὸν ἐκ νεκρῶν.
Ὠριγένουσ. Εἴποι δ’ ἄν τις τὴν Μαριὰμ σύμβολον εἶναι ἀπὸ ἐθνῶν, τὴν δὲ Μάρθαν τῶν ἐκ περιτομῆς, τὸ δὲ ἐκ νεκρῶν ἀνιστάμενον ἀδελφὸν αὐτῶν, τῶν διά τινα ἁμαρτήματα εἰς ᾅδου καταβεβηκότων κατὰ τὸ ἀποστραφέτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν “Ἅιδην·” καὶ οὐκ ἀπιθάνως διὰ τὴν ἐν τῷ Μωϋσέως νόμῳ πολιτείαν φησὶν εἰρῆσθαι τῇ Μάρθᾳ· Μάρθα, Μάρθα, περὶ πολλοῦ θορυβῇ καὶ περισπᾶσαι, ὀλίγων δέ ἐστι χρεία·” εἰς σωτηρίαν οὐ τῶν πολλῶν κατὰ τὸ γράμμα τοῦ νόμου ἐντολῶν χρεία, ἀλλ’ ὀλίγων, ἐν οἷς κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται, τῶν περὶ ἀγάπης νενομοθετημένων.
Θεοδώρου Μομψουεστίασ. Εητήσωμεν, ἐν ποίῳ τόπῳ Ἰησοῦς, ὅτε ταῦτα ἔλεγεν· ὅσον γὰρ ἀπὸ τοῦ Εὐαγγελίου οὐκ ἦν ἔξω τῆς Ἰουδαίας· πῶς οὖν λέγει τοῖς μαθηταῖς, ἄγωμεν εἰς τὴν “Ἰουδαίαν;“εἰ μὴ ἄρα ἁπλούστερόν τις τὰ τοιαῦτα ἐξετάζων λέγοι κατὰ τὸ σιωπώμενον αὐτὸν γεγονέναι ἔξω τῆς Ἰουδαίας. Εἰπὼν οὖν, ἄγωμεν πάλιν εἰς τὴν Ἰουδαίαν,” ἀκούει ὑπὸ τῶν μαθητῶν τὸ καὶ πάλιν ὑπάγεις ἐκεῖ.”
Ἀμμωνίου Πρεσβυτέρου. To δὲ, ζητοῦσί καὶ τὰ ἑξῆς, ὡς μήπω ὄντες ἀπηρτισμένοι, καὶ νομίζοντες ὅτι καὶ καὶ ἄκων ἔπασχεν, εἶπον τοῦτο· οὐχὶ δώδεκα ὧραι εἰσὶ,” καὶ τὰ ἑξῆς.
ἘΞ Α᾿νεπιγράφου. τοῦτο εἰπεῖν βούλεται, ὅτι μηδὲν συνειδὼς πονηρὸν οὐδὲν πείσεται δεῖνον, ὁ δὲ τὰ φαῦλα πράσσων πείσεται· ὥστε οὐ χρὴ δεδοικέναι· οὐδὲν γὰρ ἄξιον θανάτου ἀπράξαμεν· ἢ ὅτι ὁ τὸ φῶς τοῦ κόσμου τούτου βλέπων, ἐπ’ ἀσφαλείᾳ
Κυρίλλου. τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ τὴν τῶν ἀνθρώπων ἀπεικάζει διάνοιαν, καὶ φιλόκαλόν πὼς ὑπάρχουσαν εἰς βουλὴν καὶ προαίρεσιν ταῖς ὥραις παραπλησίως. ἣ τοίνυν τοῦτό φησιν, ἢ καὶ τοῦτο· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας ;” τουτέστιν, ἡμέρα, φησὶ, εἰμὶ καὶ φῶς. Ὥσπερ οὖν οὐκ ἐγκαταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρὸν, οὕτως οὐκ ἃν ἐκ τῶν λεγομένων τὴν πη ἐμοῦ συστελλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον· ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρὸν, νύκτα δὲ τὸν πρὸ ταύτης, ὡς ὅταν λέγῃ ὁ Κύριος, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα,” φησὶν, ἐστίν.”
Ἀμμωνίου. Ὥσπερ ἄστατος ἡ ἡμέρα ἀπὸ ὥρας εἰς μεταβαίνουσα, οὕτω καὶ ἡ τῶν ἀνθρώπων γνώμη, ὁ ἐστι τῶν Ἰουδαίων. εἰ ὁ ἐν ἡμέρᾳ περιπατῶν οὐ προσκόπτει,” πῶς ἐγὼ ὁ πάντας φωτίζων ὑπομένοιμι τὰ τῶν ἀβουλήτων ;
Ἀπολιναρίου. Διδάσκει ὁ Κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἃν ὑπὸ Ἰουδαίων τι πάθοι· διδάσκει δὲ διὰ παραβολὴν, ἡμέραν μὲν καιρὸν τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα· ἐκ τούτου δῆλον ὅτι κατὰ τὴν ἄνωθεν βούλησίν ἐστι τὸ μὴ παθεῖν ἣ παθεῖν αὐτὸν, ὥσπερ κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἣ ἀπουσίαν, τὸ βλέπειν ἣ μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται· ὥστε μέχρι περ ἃν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτῷ γενέσθαι, ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβήσεται.
Κυρίλλου. Ὕπνον γὰρ ὀνομάζει τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ σώματος ἔξοδον, καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας εἰς ἀφθαρσίαν τὰ πάντα κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. Ἔστιγὰρ καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ἣ ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος· ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ. Ἀμμνωίου Πρεσβυτέρου. Ἵνα μὴ ἀφιλόστοργοι φανῶμεν,
Θεοδώρου Μομψουεστίασ. Χαίρω, φησὶν, ὑμῶν γὰρ μὴ εἶναι με ἐκεῖ συντελέσει πρὸς τὴν πίστιν τὴν ὑμετέραν, ἐπείπερ εἰ μὲν παρήμην, ἀρρωστοῦντα ἐθεράπευον· μικρὸν δὲ ἦν τοῦτο τὸ θαῦμα εἰς δυνάμεως ἐπίδειξιν. Ἐπειδὴ δὲ ἐγὼ μὲν ἀπολελείμμην, ὁ δὲ θάνατος ἐπεγένετο, μέλλω δὲ αὐτὸν ἀπιὼν ἀνιστᾷν, μειζόνως εἰς τὴν πίστιν βεβαιωθήσεσθε τὴν ἐμὴν, ὅταν ἴδητέ με καὶ τοῦτο δυνάμενον, τοὺς νεκροὺς ἤδη διεφθορότας ἀνιστᾶν.
Ἀμμωνίου πρεσβυτέρου. Ὡς πρὸς ζῶντα λέγει αὐτῷ γὰρ ἔζη ὡς Θεῷ.
Θεοδώρου Μομψουεστίασ. Καλὸν μὲν ἦν καὶ ἐκκλῖναι τῶν ἐχθρῶν τὴν ἐπιβουλήν· ἐπειδὴ δὲ τοῦτο δέδοκται πάντως αὐτῷ ἀπελθεῖν, συναπέλθωμεν καὶ ἡμεῖς· κρεῖττον γὰρ ἀποθνήσκοντας κοινωνῆσαι τοῦ θανάτου ἢ τῆς οἰκείας σωτηρίας προνοουμένους ἀπολειφθῆναι τοῦ διδασκάλου.
Ὠριγένουσ. Ἀναγνοὺς ὁ Θωμᾶς τὰς περὶ τοῦ σωτῆρος εἰκὸς δὲ ὅτι καὶ ἠκηκόει λείπεσθαι οἰκονομίαν τῷ Γἱῷ τοῦ Θεοῦ τὴν περὶ φυχὴν ἣν ἔμελλε ποιεῖν, καταβὰς εἰς τὸ χωρίον αὐτῶν, ἵνα τοῖς ἐν φυλακῇ πνεύμασι κηρύξῃ, πορευθεὶς πρὸς αὐτὰ ἀπειθήσασί ποτε. ἀκούσας ὅτι “πορεύομαι ἵνα ἐξυπνίσω αὐτὸν,” ᾤετο οὐκ ἄλλως ἂν ἐξυπνισθήσεσθαι καὶ ἐκ νεκρῶν ἀναστήσεσθαι τὸν Λάξαρον, ἢ τοῦ Ἰησοῦ καταβάντος εἰς τὸ τῶν ψυχῶν χωρίον· τὸ δὲ καὶ τοῦ Σωτῆρος εἰπόντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ, καὶ τὰ ὁμοία. Εἰτα ὡς γνήσιος τοῦ Σωτῆρος μαθητὴς, καὶ κρίνας αὐτῷ ἀκολουθεῖν ὅποι ποτ’ ἃν ἀπίη, ἐβούλετο αὐτῶ καὶ τοὺς λοιποὺς μαθητὰς χάριτι τοῦ Ἰησοῦ συναποθέσθαι τὸ σῶμα.
Θεοδώρου Ἡρακλείασ. Ἔξεισι μὲν οὖν ἡ Μάρθα τὴν τοῦ Κυρίου παρουσίαν οὐκ ἀνακοινωσαμένη πρὸς τὴν ἀδελφήν φησι, διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν τοῦ Κυρίου ἀπὸ τῶν παρόντων Ἰουδαίων, ὡς ἃν ἐχθρῶν Χριστοῦ, καὶ διωκόντων αὐτὸν, ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται.
Ἀμμωνίου πρεσβυτέρου. Ζωὴν ἑαυτὸν εἶπεν ὁ Κύριος, οὐ
ἘΞ Ἀνεπιγράφου. Δεικνὺς ὅτι οὗτός ἐστιν ὁ χορηγὸς ἀγαθῶν, καὶ παρ’ αὐτοῦ δεῖ αἰτεῖν καὶ πῶς. ôὉ πιστεύων εἰς ἐμὲ,” ὁρᾷς πῶς αὐτῆς ἀνάγει τὸν νοῦν; οὐ γὰρ τοῦτο ἦν ζητούμενον τὸν Λάζαρον ἀναστῆσαι, ἀλλ’ ἔδει καὶ ταύτην καὶ τοὺς παρόντας καὶ ἐκείνην τὴν ἀνάστασιν μαθεῖν. εἰ γὰρ ἐκείνῃ πιστεύεις, φησὶ, μηδὲ περὶ ταύτης ἀμφίβαλλε· οὐ γὰρ ἄλλος ὁ ἐκείνην ἐργαζόμενος παρ’ ἐμὲ, ἀλλ’ ἐγὼ κἀκείνης τοῖς ἀνθρώποις αἴτιος, ὥστε ὁ κοινῇ πάντας ἀριστῶν. Οὐ γὰρ δήπου περὶ ἑνὸς ἀνάστασιν ἄτονος εἶναι δύναμαι. Διὰ τοῦτο περὶ τῆς ἀναστάσεως φιλοσοφεῖ τῶν ῥημάτων. Εἰ δὲ ἡ ἀνάστασις αὐτός ἐστι καὶ ἡ ζωὴ, οὐ τόπῳ περικέκλεισται, ἀλλὰ πανταχοῦ παρὼν οἶδεν ἰᾶσθαι.
Θεοδώρου Μομψουεστίασ. Ὥστε οὐ χρὴ φρίττειν τοῦτον τὸν θάνατον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οὔτε οὗτος τέθνηκεν, οὔτε ὑμεῖς τεθνήξεσθε, τὴν ἐλπίδα τῆς ἀναστάσεως ἔχουσαι. Ὁ γὰρ ζῶν μετὰ τῆς εἰς ἐμὲ πίστεως οὐδεπώποτε ἀποθανεῖται, ἐπειδήπερ κἂν ἀποθνήσκειν δόξῃ, οὐ νεκρός ἐστιν, ἀλλὰ ζῶν διὰ τὴν ὑπόσχεσιν, μεθ’ ἧς δέχεται τοῦ τῆς φύσεως ὅρου τὴν τελευτήν. Καί τοι γε ἐν τοῖς Εὐαγγελίοις, οὐ φαίνεται ὅτι ἔλεγεν αὐτῇ ὁ Κύριος καλέσαι τὴν ἀδελφὴν, ἀλλὰ δηλονότι εἴρηται μὲν, ὁ δὲ Εὐαγγελιστὴς παρέλιπε, ἑνὸς ὣν τοῦ μόνα τὰ ἀναγκαῖα λέγειν.
Κυρίλλου. τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ φωνῆς δεξαμένη τοῦτό φησι. Πῶς γὰρ οὐκ ἔδει παρόντος τοῦ Χριστοῦ, πρὸς αὐτὸν ἰέναι προθύμως τὴν Μαρίαν, ἐπείπερ ἅπαν οὐ μετρίως λελυπημένην ;
Ἀμμωνίου πρεσβυιέρου. Εἰ μὴ οἰκονομία τοῦ ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστής· γέγονε δὲ ἵνα καὶ ἄκοντες παραγένωνται, καὶ μαρτυρήσωσι τῷ σημείῳ.
Ἀπολιναρίου. Περὶ τῆς Μάρθας οὐκ εἶπεν, ὅτι τοῖς προσέπεσεν, ἀλλ’ ὅτι ἀπήντησε μόνον, οὐδ’ ὅτι ταχέως καὶ σπουδαίως προσέδραμεν· τῇ γὰρ Μαρία̣ καὶ τοῦτο δέδωκεν ὁ Εὐαγγελιστὴς, ἐπὶ τῆς Μάρθας προειρηκὼς ψιλῶς τὸ ὅτι ὑπήντησεν αὐτῷ· τοῦ δὲ ἐλθεῖν τὸ ἀπαντῆσαι ὑποδεέστερον, ὡς φαίνεσθαι
Ἀμμωνίου πρεσβυγέρου. Λυπηθεὶς ὁ Χριστὸς, καὶ ἑαυτῷ κινηθεῖσαν τὴν λύπην, καὶ νεύουσαν τὴν σάρκα πρὸς δάκρυον, ἐπιπλήττει τῇ σαρκὶ τῇ τοῦ Ἁγίου Πνεύματος δινάμει, ἥτις μὴ ἐνεγκοῦσα τὸ τῆς ἑνωθείσης αὐτῷ θεότητος κίνημα τρέμει, καὶ τῆς λύπης περικρατεῖ· οὐδὲ γὰρ ἥρμοζεν ἐπὶ νεκρῷ δακρύειν τῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως εἰσάγοντι.
Θεοδώρου Μομψουεστίασ. Ἐρωτᾷ, ποῦ ἀγνοῶν· πῶς γὰρ ὁ πόρρωθεν εἰπὼν, ὅτι τετελεύτηκεν, ἀλλ’ ὥστε δοκεῖν τάξιν τινὰ τῷ πράγματι διδόναι, καὶ μὴ μετὰ ἐπιδείξεως τὸ θαῦμα ἐργάζεσθαι.
Ἰσιδώρου Πηλουσιώτου. Ἐδάκρυσεν ὡς ὁ Χριστὸς ἐπὶ Λαζάρου· μάλιστα μὲν κἂν τούτῳ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, κανόνας ἡμῖν καὶ ὀροὺς πηγνὺς, ἵνα μὴ ἐκβακχευώμεθα ὑπὸ τῆς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον, ἴδε πῶς ἐφί- “λει αὐτόν.”
ὨΡΙΓΕΝΟΥΣ. Μακρὰν μὲν ὑπάρχων τοῦ μνημείου ἐνεβριμή- σατο τῷ πνεύματι·” ὅτε δὲ ἐγγὺς γίνεται τῷ νεκρῷ, οὐκέτι ἐμβριμᾶται τῷ πνεύματι, ἀλλὰ συνέχει ἐν ἑαυτῷ τὴν ἐμβρίμησιν, διὸ λέγεται ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.”
Κυρίλλου. Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ. Τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι τοῦτό μοι δοκῶ ὑπομεῖναι τὴν ἀγαθὴν Μάρθαν, παραιτεῖται γὰρ αὐτῇ τὸ εἰς πίστιν ἀσφαλὲς, ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ, καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα, πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῆ τοῦ θαύματος ὑπερβολῇ.
Ἀμμωνίου. Ἐν τοῖς ὑπὲρ φύσιν φαίνεται ἡ τοῦ Θεοῦ διὰ τὸ ἀσθενὲς τῶν ἀκροατῶν. τὴν τοῦ Πατρὸς δόξαν, φησὶ, διὰ τὸ ἀκενόδοξον οὐκ εἶπεν, ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Πατρός. Ἶσος ὢν τῷ Πατρὶ, εὐχαριστεῖ αὐτῷ, ἵνα ἡμεῖς τῷ ὑπὲρ ἑαυτοὺς εὐχαριστῶμεν· τοῦτο ἐπὶ φίλων λέγεται ὁμοτίμων.
Ὡς πόρρωθεν οὖσαν τὴν ψυχὴν, διὰ κραυγῆς καλεῖ, οὐ μὴν ὡς οὖσαν ἐν τῷ μνήματι, ὡς Ἑλλήνων μυθεύουσι παῖδες· ἡ κραυγὴ
BΑΣΙΛΕ1́ΩΥ ΚΛIΣΑΡΕΊΑΣ. Θαῦμα ἐν θαύματι, κειρίαις δεδε- μένος τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. γὰρ ἦν τὸ ἐνισχῦον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ ταῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν ; ἢ δηλονότι πανταχό- πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων. τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. διόπερ ἐπι- δακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε, μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.
Ἀμμωνίου πρεχβττέρου. Οὕτω καὶ ἡ καθολικὴ μέλλει γενέ- σθαι ἀνάστασις, “ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ.” Ὅμοιον ση- μεῖον σχεδὸν τῆς ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. Διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ὁ Λάζαρος ἦν. Ὡς ἀνόσιόν τι τετ ολμηκότα διέβαλλον, ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα· μετὰ τοσαύτας ἀποδείξεις, ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον, ἀγνοοῦντες ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δη- δημιουργὸς.
Ἐὰν, φησὶν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασι- Λέα, ἐπέρχονται ἡμῖν ὡς τυραννήσασιν οἱ ‘pωμαι-οι, καὶ γυμνοῦσιν ἡμᾶς πάντων.
Tί σημάναι βουλόμενος ὁ Εὐαγγελιστής φησιν, “ἀρχιερεὺς “τοῦ ἐνιαυτοῦ ἐκείνου ;“ὅτι μετὰ τῶν ἄλλων τοῦτο διέφθαρτο παρὰ τοῖς Ἰουδαίοις· οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς, ἱεράτευον κατὰ τὸν νόμον, ἀλλ’ ἐνιαυτὸν κατ’ ἐνιαυτὸν, ἐξ οὖ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί· πλὴν ἀλλὰ καὶ οὕτως ἔτι παρῆν τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς Ἀποστόλους· ὅπερ δὲ ἐκεῖνοι ἐν τάξει βουλῆς προσετίθεσαν λέγοντες, “τι ποι-
Τὸ δὲ “ίνα συναγάγῃ εἰς ἓν δηλοῖ, ὅπως τοὺς ἐγγὺς καὶ τοὺς μακρὰν ἓν σῶμα ποιήσῃ, ἵνα ὁ ἐν Ῥώμᾐ καθήμενος τὸν Ἰνδὸν μέλος εἶναι ἑαυτοῦ πιστεύσῃ, καὶ πάντων κεφαλὴν ὁμολογῇ τὸν Χριστὸν. Τὸ δὲ ôἀπ’ ἐκείνης τῆς ἡμέρας συνε- βουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα αὐτὸν ἀποκτείνωσι,” δηλοῖ ὅτι τότε τελείως ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται· τὸ γὰρ θέλειν αὐτοὺς καὶ πρὸ τούτου ἀποκτεῖναι αὐτὸν βουλαὶ καὶ ζητήσεις ὑπῆρχον· ἐζήτουν γὰρ αὐτὸν,” φησὶν, “ ἀποκτεῖναι,” καὶ αὐτὸς δὲ αὐτοὺς ἐλέγχων ἔλεγε, ζητεῖτέ με ἀποκτεῖναι·” ἀναχωρεῖ δὲ καὶ νῦν αὐτὸς ἐκεῖθεν, ἀνθρωπίνως