Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ.
Διὰ τι θεραπεύει τότε εὐθέως τὸν τυφλὸν ἐκ τοῦ ἱεροῦ ἐξελθών; ἴνα σὺν τῆ ἀπουσίᾳ καὶ ὴ του σημείου εργασια τὸ σκληρὸν ἀυτῶν καὶ ἀπειθὲς καταμαλάξῃ, ἅμα δὲ καὶ τὰ ὑπ’ αὐτοῦ εἰρημένα πιστώσασθαι βουλόμενος. Ὅτι γὰρ ἐπίτηδες ἐπὶ τὸ ἔργον τοῦτο ἦλθε, δῆλον ἐκεῖθεν. Οὕτω γὰρ αὐτῷ σπουδαίως ἐνέβλεψεν, ὡς καὶ τοὺς μαθητὰς ἐκ τούτου ἐπὶ τὴν ἐρώτησιν ἐλθεῖν.
Εἶπον γὰρ αὐτῷ, φησὶ, “τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ “ἵνα τυφλὸς γεννηθῇ;“ἔστι δὲ ἐσφαλμένη ἡ ἐρώτησις. πῶς γὰρ ἂν ἥμαρτεν οὗτος πρὶν γεννηθῆναι; πῶς δὲ τῶν γονέων ἁμαρτογν τῶν αὐτὸς ἐκολάσθη; πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; ἀπὸ τοῦ παραλυτικοῦ. Ἐπειδὴ γὰρ θεραπεύων αὐτὸν ἔλεγεν, “ἴδε, “ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.” τοῦτο ἐννοήσαντες οὗτοι, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέγουσιν, ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη, περὶ τούτου τί ἃν εἴποις, αὐτὸς ἥμαρτεν ; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. ἀλλ’ οἱ γονεῖς
Τὸ δὲ, ἕως ἡμέρα ἐστὶ, τοῦτο δηλοῖ, ἕως ὁ βίος οὕτος ένέστηκεν, ἔνεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμέ.
Τὸ γὰρ ”ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι,” περὶ τοῦ μέλλοντος λέγει καιροῦ· νύκτα δὲ αὐτὸν καλεῖ διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. οὐδεὶς γὰρ τότε ἁμαρτίας ἐργάσασθαι δύναται, ὥσπερ οὐδὲ ἐν τῷ σκότει τῆς νυκτὸς ἔργον.
Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἡμέραν δὲ ἐκεῖνον· καὶ γὰρ φησὶν ”ἡ νὺξ προέκοψε, ἡ δὲ ἡμέρα “ ἤγγικε;” οὐκ ἐναντιούμενος τῷ Χριστῷ. Νύκτα γὰρ τὸν παρόντα βίον καλεῖ, ἣ διὰ τὸ παραβαλεῖν αὐτὸν τῇ ἡμέρᾳ
Φῶς ἑαυτὸν τοῦ κόσμου εἶπεν, ὡς φωτίζοντα τῶν πιστῶν τὰς ψυχὰς, καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ. αῦτά,” φησιν, εἰπὼν ὁ Ἰησοῦς, ποῖα ταῦτα;“ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ὅτι δεῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ “ πέμψαντός με.” Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ Εὐαγγελιστὴς, ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο.
Ἀμμωνίου Πρεσβυτέρου. “Ἔπτυσε δὲ χαμαὶ καὶ ἐποίησε “πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,” δεῖξαι βουλόμενος διὰ τοῦ πηλοῦ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ πλάσας. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἐγώ εἰμι ὁ τοῦτο ποιήσας, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι. Διὰ δὲ τοῦ ἔργου δεικνύμενος τοῦτο, οὐκ ἔτι λοιπὸν προσίστατο· διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν, οὐκ ἔπλασε δὲ μόνον, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ τὴν ψυχὴν αὐτὸν ἐμφυσῆσαι τῷ ἀδάμ. Ἐκείνης μὲν γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς, κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτέ.
Οὐ κέχρηται δὲ ὕδατι, ἀλλὰ πτύσματι εἰς τὸν πηλὸν, ἐπειδὴ ἔμελλε πέμπειν αὐτὸν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μὴ τῇ πηγῇ ἐπιγραφῇ τὸ θαῦμα, ἀλλὰ μάθωμεν ὅτι ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα δύναμις, αὐτὴ καὶ διέπλασε, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τοῦτο “ἔπτυσε χαμαὶ, καὶ ἐκ τοῦ πτύσματος ”ἐποίησε πηλόν.
Οὐκ ἀνέβλεψε δὲ εὐθέως, ἀλλ’ ἐκέλευσε νίψασθαι, ἵνα μὴ τῆς πηγῆς εἶναι δόξῃ τὸ κατόρθωμα.
Πέμπει δὲ αὐτὸν εἰς τὸν Σιλωὰμ, πρῶτον μὲν, ἵνα γνῶμεν τοῦ τυφλοῦ τὴν πίστιν· οὐ γὰρ εἶπεν, εἰ ὅλος ὁ πηλός ἐστι, καὶ τὸ πτύσμα τὸ παρέχον μοι τοὺς ὀφθαλμοὺς, τι μοι χρεία τοῦ ΣΙλωὰμ, ἢ τοῦ νίψασθαι ; ἀλλ’ ἐπείσθη τῷ κελεύοντι· ἔπειτα δὲ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη, εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τῶν ὀφθαλμῶν·
Προστίθησι δὲ ὁ Εὐαγγελιστὴς τοῦ Σιλωὰμ τὴν ἑρμηνείαν, ”ὅ ὁ ἐστιν ἀπεσταλμένον,” δεῖξαι θέλων ὅτι Σιλωὰμ πνευματικὸς ἦν ὁ Χριστός. Καὶ γὰρ τὸ ἀθρόον τῆς τοῦ ὕδατος ἐκείνου παρονσίας, μυστήριον ἀπόρρητον ἐμφαίνει, τὸ ἀπροσδόκητον λέγω δὴ τῆς τοῦ Χριστοῦ ἐπιφανείας, καὶ παρὰ πᾶσαν ἐλπίδα γενόμενον.
Διὰ τι οἱ γείτονες αὐτοῦ καὶ οἱ λοιποὶ ἀμφέβαλλον περὶ αὐτοῦ, τοῦ, ὅτι οὐκ ἔστιν αὐτὸς ὁ προσαιτῶν ; διὰ τὸ παράδοξον τοῦ γενομένου θαύματος ἀπιστοῦντες, καὶ τοι γε τοσούτων οἰκονομηθέντων, ὥστε μὴ ἀπιστῆσαι τινα.
Οὐχ ἁπλῶς δὲ ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ὅτι προσαίτης ἦν, ἀλλ’ ἵνα δείξῃ, τὸ ἄφατον τῆς τοῦ χριστοῦ φιλανθρωπίας, ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θεραπεύων. Ἐκεῖνος δὲ μὴ αἰσχυνόμενος τὴν προτέραν πήρωσιν, μηδὲ φοβούμενος τὸν θυμὸν τοῦ δήμου, ἔλεγεν, “ὅτι ἐγώ εἰμι.” τοῦτο δὲ ἐποίει τὸν εὐεργέτην ἀνακηρύττων.
Ἄνθρωπον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ, ὅπερ δὲ ἐγίγνωσκε, μετὰ ἀληθείας εἶπεν. Ὅτι μὲν γὰρ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, διὰ τῆς αἰσθήσεως ἐμάνθανε καὶ τῆς ἁφῆς· ὅτι δὲ πτύσματι τὸν πηλὸν ἐποίησεν, οὐκ οἶδε.. Ὅπερ δὲ καὶ διὰ τῆς ἀκοῆς ἤκουσεν, ἐμαρτύρησε λέγων, ὅτι “εἰπέ μοι, “ὕπαγε, νίψαι, καὶ τὰ ἑξῆς.
Πόθεν δὲ αὐτοῦ ἐπέγνω τὴν φωνήν ; ἀπὸ τῆς πρὸς τοὺς μαθητὰς διαλέξεως, ὅτι περὶ αὐτοῦ ἐκεῖνοι ἐρωτήσαντες, αὐτὸς ἀποκριθεὶς διελέγετο αὐτοῖς, ὡς προγέγραπται. Ἐπειδὴ δὲ θεραπεύων εὐθέως ἀνεχώρει, τοῦτο δὲ διὰ τὸ ἀκόμπαστον ἐποίει· ἐρωτηθεὶς ὁ ποτὲ τυφλὸς περὶ αὐτοῦ, ποῦ ἔστι, καὶ ἐνταῦθα ἀληθεύων εἰπεν, οὐκ ὄιδα. Ἀγουσι δὲ αὐτὸν πρὸς τοὺς ἀρχιερεῖς διὰ τὸ σφοδροτέρως αὐτὸν ἐρωτηθῆναι.
[*](a λέγων Cod.)Ἐπισημαίνεται δὲ ὁ Εὐαγγελιστὴς ὅτι σάββατον ἢν, ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, ὡς παράβασιν τοῦ νόμου γνωρίζονται τὴν εἰς τὸν τυφλὸν γενομένην θεραπείαν.
τίνος ἕνεκεν ἐρωτῶντες τὸν ποτὲ τυφλὸν οὐκ εἶπον, πῶς ἀνέβλεψας; ἀλλὰ πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς ; διδόντες αὐτῷ πρόφασιν τοῦ λαβεῖν αὐτὸν ἐπὶ τῇ ἐργασίᾳ· αὐτὸς δὲ ὡς προακηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα αὐτοῦ εἶπεν, οὔτε ἃ πρὸς αὐτὸν ἐλάλησεν, ἀλλ’ ὅτι “πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην, καὶ βλέπω.” Ἐν τῷ ἐπισημήνασθαι δὲ τὸν Εὐαγγελιστὴν, ὅτι ἔλεγεν ἐκ τῶν Φαρισαίων τινὲς, δείκνυσιν ὅτι οὐ τοῦτο λέγουσι πάντες, ἀλλὰ τινὲς, δηλονότι οἱ ἰταμώτεροι, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ Θεοῦ,” καὶ τὰ ἐξῆς.
Ἄλλοι γάρ’ φησὶν, ἔλεγον, πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν ;“Ὅθεν φανερόν ἐστιν, ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο, ἀλλὰ περίβλεπτοι ὄντες οἱ ἄρχοντες δυσκολώτερον παρὰ τὸν πολὺν λαὸν ἐπαρρησιάζοντο· τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ απαρχία, διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, πῶς δύ- νασθε πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.”
Σχίσμα δὲ ἦν,” φησὶν, “ἐν αὐτοῖς·” τοῦτο τὸ σχίσμα πρῶτον μὲν ἤρξατο ἐν τῷ λαῷ, εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσιν. Ἄλλ εἰ καὶ ἐσχίσθησαν, οὐδὲν ἐπεδείξαντο γενναῖον, ὡς εἴγε τέλεον ἀπεσχίσθησαν, ταχέως ἃν τὴν ἀλήθειαν ἐπέγνωσαν· ἔστι γὰρ σχισθῆναι καλῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν, ”οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.”
τίνες εἰσὶν οἱ εἰπόντες τῷ τυφλῷ,” σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς ” οἱ σχισθέντες ἀπὸ τῶν εἰπόντων ὅτι οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ μᾶλλον εἰρηκότες ὅτι ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται σημεῖα τοιαῦτα ποιεῖν. Καὶ γὰρ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τίθησι μὴ εἰπόντες, ὅτι τὸ σάββατον παρέγγισεν, ἀλλ’ ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς. τοῦτο δὲ εἶπον, βουλόμενοι ἐπιστομίσαι τέως ἐκείνους δι’ αὐτοῦ. Ἵνα γὰρ μὴ δοκῶσιν αὐτοὶ συνηγορεῖν τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν, εἰς μέσον ἄγουσι, καὶ ἐρωτῶσι. Διὸ καὶ αὐτὸς εὐγνωμόνως ἀποκριθεὶς ὅτι ὅτι προφήτης ἐστί.
Ἀμμωνίου Πρεσβυτέρου. Ἐξ ἄκρας ἀσεβείας προετίμων τῆς θείας αὐτοῦ δυνάμεως, καὶ βλασφημοῦντες ἔλεγον, ὅτι οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ. Χριστὸς μὲν ἐν σαββάτῳ ἑνὶ δακτύλῳ χρίσας τὸν πηλὸν ἐγκαλεῖται, αὐτοὶ δὲ ὅλῃ χειρὶ λούοντες τὰ ζῷα καὶ ἀπάγοντες πρὸς ποτισμὸν, καὶ τὰ εἰς βόθρον ἐμπεσόντα πρόβατα ἀνασπῶντες, οὐ διαβάλλονται.
Απολιναρίου. τοσοῦτον ἰσχύει δόγμα προκατεσχηκὸς ἡ πρός τι διάθεσις εἰς τὸ παρελέσθαι τὴν ὀρθὴν ἐπὶ τοῖς πράγμασι δίκην, καὶ σκοτῶσαι τὸν λογισμόν. Καὶ ὅτι μὲν ἐν σαββάτῳ τὸν τυφλὸν βλέπειν ἐποίησεν, οὐ λογίζονται, ὅτι δὲ πηλὸν ἐποίησε κρίνουσιν, ἐπίτηδες τοῦ Κυρίου κατὰ ταύτην τὴν ἡμέραν ἐργαζομένον τὰ ἑαυτοῦ ἔργα πολλάκις, ἵνα τῆς ὑπὸ τὰ στοιχεῖα δουλείας, ὡς ὁ Ἀπόστολός φησιν, ἐλευθερώσει τοὺς ἀνθρώπους.
Ἐκεῖνοι δὲ βουλόμενοι τρόποις διαφόροις τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν, διὰ τοῦτο ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Ἐπειδὴ γὰρ τὸν ἰασθέντα καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης ἀληθείας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκησαν τιτρώσκειν τὸ θαῦμα.
Ἔστησαν δὲ αὐτοὺς εἰς τὸ μέσον, ὅπως εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλωσιν, ὅθεν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν, καὶ ταύτην δὲ μετὰ κακουργίας. Οὐ γὰρ εἰπον, οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὁ ποτὲ τυφλὸς, ἀλλὰ, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη,” μονονουχὶ λέγοντες, ὃν ὑμεῖς ἐποιήσατε τυφλὸν, καὶ δεδώκατε πανταχοῦ τὸν λόγον. πρὸς οὓς εὔκαιρον εἰπεῖν, ὦτ’ μιαροὶ καὶ παμμίαροι, καὶ τίς ἃν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύδεσθαι παιδός;
Δύο δὲ τούτοις εἰς ἄρνησιν αὐτοὺς ἐπάγειν ἐπιχειροῦσι, τό τε εἰπεῖν, ὃν ὑμεῖς λέγετε,” καὶ τὸ εἰπεῖν, πῶς οὖν ἄρτι “βλέπει;”
τριῶν ἐρωτήσεων πρὸς τοὺς γονεῖς τοῦ ποτὲ τυφλοῦ γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι, καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον, ἀλλὰ τὸν τεθαραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα ταῦτα ὁμολογῆσαι, καθὼς καὶ οἱ γονεῖς αὐτοῦ φασιν, αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ αὐτοῦ
Απολιναρίου. Οὐχ εὑρόντες ἣν ἐβούλοντο ἄρνησιν παρὰ τοῦ τεθεραπευμένου, παρὰ τῶν γονέων ταύτην ζητοῦσιν, ἐλπίζουσί τε αὐτοὺς θορυβηθέντας συνεργοὺς ἔσεσθαι αὐτοῖς ἀρνησαμένους, ὅτι ὁ γεγενημένος τυφλὸς οὐχ οὗτός ἐστιν ὁ νυνὶ βλέπων. Φησὶ δὲ αὐτοὺς ὁ Εὐαγγελιστὴς μηδὲ πιστεύειν. Οὐ γὰρ εἰσοικίζεται πίστις εἰς ἐριστικὴν ψυχὴν, καὶ εἰς Θεοῦ δύναμιν παραταττο- μένην.
Ἐφώνησαν οὖν αὐτὸν ἐκ δευτέρου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὡμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. ὅτι δὲ λέγουσιν, ὅτι ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἔστι,” πῶς οὐκ ἤλεγξαν αὐτὸν, ὅτε ἔλεγε, “τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;“ὅπερ δὲ εἶπεν ὁ ποτὲ τυφλὸς, εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶ’ δᾶ, τοῦτο δηλοῖ, ὅτι οὐδὲν φησὶν, ὑπὲρ τούτου νῦν ἀποφαίνομαι· ἐκεῖνο μέντοι οἶδα σαφῶς, ὅτι ἁμαρτωλὸς ὣν, οὐκ ἂν τοιαῦτα σημεῖα ἐποίησεν. Ἐπεὶ οὖν ἐκεῖνοι συγκαλύψαι τὸ γεγονὸς θαῦμα οὐκ ἴσχυσαν, πάλιν τὸν τρόπον τῆς θεραπείας περιεργάζονται λέγοντες, “τί ἐποίησέ σοι ; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;“διὸ καὶ αὐτὸς οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται, ἀλλ’ ἐπεμβαίνει αὐτὸς καί φησιν, εἶπον οὖν ὑμῖν ἅπαξ, καὶ οὐκ “ἠκούσατε, τί πάλιν θέλετε ἀκούειν ;“ἰδοὺ πῶς ἡ ἀλήθεια δίδωσι παρρησιάζεσθαι ἀνδρὶ ἐπαίτῃ πρὸς γραμματεῖς καὶ Φαρισαίους τοὺς τὸ ψεῦδος προτιμῶντας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν, ἐπειδὴ οὐ προσέχετε τοῖς λεγομένοις, οὐκέτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν ἐνοχλοῦσιν εἰκῇ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπιθέσθαι. ὅθεν καὶ σφοδροτέρως καθάψασθαι αὐτοῖς βουλόμενος, ὅπερ ᾔδει πλήττων αὐτοὺς, τοῦτό φησι, “μὴ καὶ ὑμεῖς θέλετε “αὐτοῦ γενέσθαι;“κωμῳδῶν ἠρέμα καὶ διαπαίζων αὐτοὺς, ὅπερ ἦν ψυχῆς πεπαρρησιασμένης, καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας. Τὸ δὲ εἰπεῖν, “μὴ καὶ ὑμεῖς,” δεικνύντος ἐστὶν ἑαυτὸν μαθητὴν ὄντα αὐτοῦ. ἐκεῖνοι δὲ λοιδοροῦντες αὐτὸν εἶπον, “σὺ μαθητὴς εἰ
“Εἰ μὴ γὰρ ἦν,” φησὶν, “οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο “ποιεῖν οὐδέν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ ὡμολόγηται, φησὶν, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει ὁ Θεὸς, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον ἄνθρωπος οὐδέποτε ἐποίησε, εὔδηλον ὅτι μείζων ἐστὶ ἣ κατὰ ἄνθρωπον.
Ἕως μὲν οὖν προσεδόκων αὐτὸν ἀρνεῖσθαι, ἀξιόπιστον ἐνόμιζον εἶναι. Οὐ γὰρ αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον ἐκάλεσαν, εἰ ῥῆ, τοῦτο ἦν. Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, τότε αὐτὸν καταδικάζουσιν, ὅτε μάλιστα ἐχρῆν θαυμάσαι, λέγοντες, ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις
Τὸ δὲ “τίς ἐστι,” ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τυγχάνει. Διὸ καὶ αὐτὸς μέσως πὼς καὶ ὑπεσταλμένως· οὐ γὰρ εἶπεν, ἐγώ εἰμι, ἀλλὰ καὶ ἑώρακας αὐτὸν,” φησὶ, καὶ ὁ “λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὅθεν καὶ ἐκεῖνος οὐ ῥήματι ἔφη, ὅτι πιστεύω, Κύριε,” ἀλλὰ καὶ προσεκύνησεν αὐτῷ, προσθεὶς καὶ τὸ ἔργον· διὰ τούτου τὴν πολλὴν εὐγνωμοσύνην δεικνὺς, ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροἲ, καὶ εἴ τις ἄλλος, ἐν τούτῳ τὴν θείαν αὐτοῦ κηρύττοντες δύναμιν. Ἀμμωνίου. Ἄφρονες οἱ Ἰουδαῖοι τὸν μὲν Θεὸν παρακελευόμενοι διὰ τὸ θαῦμα, τὸν δὲ τὸ τοῦ Θεοῦ ἔργον ποιή- σαντα κατακρίναντες·
Κυρίλλου. Δύο, φησὶν, ἔχω σημεῖα, καὶ μάλα σαφῆ, τοῦ αὐτὸν εἶναι τὸν Χριστὸν, οὔτε γὰρ οἴδατε πόθεν ἐστὶν, ἀλλὰ καὶ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Αὐτὸς οὖν ἄρα οὗτος σαφῶς ὁ διὰ νόμου προβοώμενος, καὶ διὰ φωνῆς προφητῶν μαρτυρούμενος.
Ὠριγένους. Ωριγένουσ. Οὐκ ἃν τηλικοῦτον δόγμα εἰ ἦν ἀληθὲς, ἀκούεσθαι τὸν ἁμαρτωλὸν ὑπὸ τοῦ Θεοῦ, σεσιώπητο, ἀλλ’ εἴρητο ἃν ὑπό τινος ἀξίου πιστεύεσθαι, φέρε εἰπεῖν ἤτοι τοῦ θεραπεύνοντος, ἣ τινὸς τῶν προφητῶν. πῶς δὲ, εἰ ἁμαρτωλῶν οὐκ ἤκουεν ὁ Θεὸς, ἐδιδάσκοντο οἱ ἁμαρτωλοὶ λέγειν, ἄφες ἡμῖν τὰ παρα-
Αμμωνίου. Οὐχ ὡς προσωπολήπτης ὁ Θεὸς, μὴ γένοιτο, ὡς δίκαιος, καὶ δικαίων ἐραστὴς διὰ τῶν ἁγίων ἐνεργεῖ τὰ παρά. ’δοξα, οὐ μὴν διὰ τῶν ἁμαρτανόντων. Διδάσκει ὅτι ὁ πιστεύων εἰς αὐτὸν τὸν Ἰησοῦν, οὐχ ὡς εἰς ἄνθρωπον ἕνα τῶν κἀς ἡμᾶς πιστεύει, ἀλλ’ ὡς εἰς Θεὸν ἐνανθρωπήσαντα. Πλῆρες γὰρ οὕτω τὸ ἐπὶ Χριστῷ μυστήριον.
Κυρίλλου. Προνοητικώτατα ὁ Κύριος, τίς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ διερωτώμενος, οὐκ εἶπεν, ἦ γὰρ δή τινας ὡς εἰκὸς ἀσυνέτως ὑπολαβεῖν ὅτι μόνος ὁ Λόγος ὁ ἐκ Θεοῦ Πατρὸς πεφηνὼς, διὰ τούτου κατεσημαίνετο, αὐτὸ δὲ τὸ δοκοῦν ἀμφιβάλλεσθαι παρά τισιν ἑαυτὸν ἐπιδείξας, διὰ τοῦ εἰπεῖν, “καὶ ἑώρακας αὐτὸν,” καὶ τὸν ἐνοικοῦντα τῇ σαρκὶ καὶ παραδεικνύει Λόγον, διὰ τοῦ πάλιν ἐπενεγκεῖν “καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.” Ὁρᾷς οὖν ὅσην ὁ Λόγος ἔχει τὴν ἕνωσιν. Οὐ γὰρ τέθεικε διαφορὰν, ἀλλ’ ἑαυτὸν εἰναί φησι, καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπίπτοντα, καὶ τὸν ἐκ τῆς Γαλιλαίας γινωσκόμενον. ἀπαίδευτον οὖν ἄρα καὶ δυσσεβὲς κομιδῇ τὸ λέγειν ἀπερισκέπτως τινὰς, ὁ ἄνθρωπος τοῦ Χριστοῦ. Θεὸς γὰρ ὣν γέγονεν ἄνθρωπος, ἀδιαίρετον ὅσον εἰς τὸ εἶναι Θεὸς καὶ Υἱὸς, καὶ μετὰ σαρκός· τελειοτάτη γὰρ ἐν τούτοις ἡ τῆς εἰς αὐτὸν πίστεως ὁμολογία καὶ γνῶσις. ὅθεν αὐτῷ παραχρῆμα καὶ ὡς Θεῷ προσεκύνησεν ὁ πάλαι τυφλός.
Τὸ δὲ ”είς κρίμα ἐγὼ ἠλθον εἰς τὸν κόσμον, εἰς μείζονα κόλασιν σημαίνει. Δύο δὲ ἐνταῦθα ἀναβλέπεις, λέγει, καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν· ὅθεν πρὸς τὰ αἰσθητὰ μόνα κεχηνότες οἱ Φαρισαῖοι, λέγουσιν αὐτῷ, “μὴ καὶ ἡμεῖς “τυφλοί ἐσμεν ;“ταύτην καὶ μόνην ἐπαισχυνόμενοι τὴν αἰσθητὴν πήρωσιν, αὐτὸς δὲ δεῖξαι αὐτοῖς βουλόμενος ὅτι βέλτιον τυφλοὺς
Θεοδώρου Μομψουεστίασ. Ὥσπερ ἀνωτέρω τοῦ ἐλευθερίας αὐτοῖς διαλεγομένου, τοῖς ἀπὸ τῶν ἁμαρτημάτων, ἐκεῖνοί φασι, σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμέν ποτε,” περὶ σωματικῆς διαλεγόμενοι δουλείας, οὕτω κἀνταῦθα πήρωσιν αὐτοῖς τοῦ Κυρίου κατὰ τὴν ψυχὴν ὀνειδίζοντος, ἐκεῖνοι περὶ τῶν τοῦ σώματος ὀφθαλμῶν, ὡς βλεπόντων διελέγοντο. διόπερ ὁ Κύριος ἀπὸ τούτου τὴν ἁμαρτίαν αὐτοῖς ἐπιτείνας, ἐφ’ ὅπερ ἐκεῖνοι καυχᾶσθαι ἐδόκουν. Τί γὰρ, φησὶ, φατὲ, ὅτι βλέπετε; κρεῖττον ἦν ὑμᾶς πηροὺς εἶναι τὰς ὄψεις, ἐγένετο γὰρ ἄν τις ὑμῶν ἐντεῦθεν συγγνώμη ἀπιστοῦσι· νυνὶ δὲ ἐπειδήπερ ὁρᾷν δοκεῖτε, καὶ αὐταῖς ὄψεσι τὸν ποτὲ τυφλὸν νῦν βλέποντα θεασάμενοι, ἀπιστεῖτε τοῖς γείτοσιν, οὐδεμίαν ἔχειν ἀπολογίαν δυνάμενοι, ὡμολογημένην δέχεσθε τῆς ἀπιστίας τὴν κατάκρισιν.
Θεοδώρου Ἡρακδείασ. Εἰ τυφλοὶ ἦτε, ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρτίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. Ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾷν, τυφλοὺς διὰ τῆς ἀπιστίας αὐτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει.
Τί σημαίνων ἔλεγε, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, κλέ- “πτης ἐστὶ,” καὶ τὰ ἑξῆς ; τοὺς πρὸ αὐτοῦ πλάνους καὶ τοὺς μετ’ αὐτὸν αἰνιττόμενος, τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους, τόν τε Θευδᾶν καὶ τὸν Ἰούδαν, καὶ εἴ τινες ἕτεροι γεγόνασι τοιοῦτοι. Θύραν δὲ τὰς γραφὰς ἐκάλεσεν· αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν, αὗται πρόβατα ποιοῦσιν b, αὗται φυλάττουσι, καὶ οὐκ ἀφιᾶσι τοὺς λύκους εἰσελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ ποιοῦσα ἡμᾶς, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Διὰ ταύτης καὶ τοὺς οὐ ποιμένας γινώσκομεν. Ὁ γὰρ μὴ ταῖς γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἄλλοθεν, οὗτος [*](b Leg. ποιμαίνουσιν.)
τίνος ἕνεκεν ἐπὶ τῶν προβάτων τούτων ὄπισθεν αὐτῷ ἀκολουθούντων τῶν ποιμένων ἐπὶ τῶν νοητῶν φησιν ἔμπροσθεν αὐτῶν πορεύεσθαι τὸν ποιμένα ; δεῖξαι θέλων ὅτι πάντας ὁδηγῶν πρὸς τὴν ἀλήθειαν ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπεν, οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε. Πολὺ γὰρ αὕτη παραδοξοτέρα ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. Ἐξάγει δὲ αὐτὰ ἐκ μέσου, δηλονότι τῶν ἀπίστων, ὥσπερ καὶ τὸν τυφλὸν ἐξήγαγε καλέσας ἐκ μέσου τῶν ἀπίστων Ἰουδαίων, καὶ ἤκουσεν αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω.
Τὸ δὲ εἰπεῖν, ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσι,” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὅτι οἱ βεβαίως εἰς αὐτὸν πιστεύοντες, τοῖς μετὰ ταῦτα μέλλουσιν ἀπατᾷν ψευδοχρίστοις οὐ μὴ πεισθῶσι.
Θεωδώρου Ἡρακαείασ. Θυρωρὸν λέγει τὸν παράκλητον τὸ Πνεῦμα τὸ Ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴσοδον αὐτοῦ κηρύξαν τοῖς τε λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλείσαντα τὴν θύραν, καὶ μόνην τῷ κόσμῳ ταύτην ἀνοίξαντα, τῷ καὶ διὰ τεραστίων τὰ καθ’ ἑαυτὸν πιστωσαμένῳ.
Ἀμμωνίου Πρεσβυτέρου. Κλέπτης ἐστὶν ὁ ἐκ βίας δοθεῖσαν αὐτῷ τιμὴν ὑφαρπάζων, ἣν οὐ δύναται λαβεῖν, εἰ μὴ ὁ εἰς Χριστὸν πιστεύων, ἤτοι κλέπτης ἐστὶν ὁ μὴ τῇ νενομισμένῃ ἀπὸ τῶν γραφῶν χρώμενος διδασκαλίᾳ, ἀλλὰ δι’ ἑτέρας μὴ νενομισμένης ἐρχόμενος. διὸ καὶ εἶπε τὸ “ ἀλλαχόθεν,” ἵνα καὶ τοὺς γραμματεῖς σημαίνῃ τοὺς διδάσκοντας τὰ ἐντάλματα τῶν ἀνθρώπων καὶ παραβαίνοντας τὸν νόμον. Ὅταν ἀκούσωσιν οἱ πιστοὶ
Διὰ τί δὲ αὐτοῖς ἀσαφῶς ἐλάλει ; οὐ γὰρ φησὶν ὁ Εὐαγγελιστὴς, ὅτι ταύτην τὴν παροιμίαν εἰπεν αὐτοῖς, προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὐν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, λέγων "ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων, "πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταὶ, καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προφητῶν ἐνταῦθα λέγει, καθὼς οἱ αἱρετικοί φασιν, ἐκείνων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι ἐπίστευσαν τῷ Χριστῷ, ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ "οὐκ ἤκουσαν τὰ πρό- “βατα” ἐπαινῶν εἶπεν, οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας προφητῶν, ἀλλὰ καὶ τοὐναντίον κακίζων καὶ διαβάλλων σφοδρῶς, ὅθεν δηλονότι τοῦτο οὐ περὶ ἐκείνων φησί· τὸ δὲ "δι’ "ἐμοῦ ἐάν τις εἰσέλθῃ” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι ἐν ἐσφαλείᾳ ἔσται καὶ ἀδείᾳ, νομὴν δὲ ἢ τροφὴν ἐνταῦθα λέγει, ἢ ἐξουσίαν καὶ κυριότητα, τουτέστιν, ἔνδον μένει, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται. Ἐπειδὴ δὲ οἱ τῷ Θευδᾷ καὶ τῷ Ἰούδᾳ καὶ τοῖς λοιποῖς στασιασταῖς πεισθέντες ἐσφάγησαν, καὶ ἀπώλοντο, διὰ τοῦτο ἐπήγαγε λέγων "ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ "καὶ θύσῃ” καὶ τὰ ἑξῆς, ἐκείνους καὶ τοὺς ὁμοίους αὐτῶν κλέπτας καλῶν· "ἐγὼ δὲ ἦλθον, φησὶν, "ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ”ἔχωσι.” Tt δαὶ ζωῆς περισσόν ; ἡ βασιλεία τῶν οὐρανῶν. εἶτα λοιπὸν ἀπάρχεται καὶ περὶ τοῦ πάθους διαλέγεσθαι, καί φησιν, "ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν “αὐτοῦ τίθησιν” καὶ τὰ ἑξῆς, δεικνὺς καὶ ἐν τούτω, ὅτι οὐκ ἄκων, ἀλλ’ ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. ποιεῖται δὲ καὶ τοῦ μισθωτοῦ τὴν διαφορὰν, λέγων, "ὅτι θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι "τὰ πρόβατα, καὶ φεύγει” καὶ τὰ ἑξῆς. Ὅπερ οἱ προειρημένοι Θευδᾶς καὶ Ἰούδας καὶ οἱ κατ’ αὐτοὺς πεποιήκασιν· αὐτὸς γὰρ τοὐναντίον. Ἡνίκα γὰρ συνελήφθη, φησὶ,“ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο.” Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν λύκον ὑποπτεῦσαι, οὐ λύκος δέ ἐστι μόνον οὗτος, ἀλλὰ καὶ λέων. "Ὁ γὰρ ἐχθρὸς ὑμῶν διάβολος, φησὶν,
Ἐπειδὴ πολλαχοῦ τίθησιν ἑαυτὸν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ, ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίγνωσκεν, ἐπήγαγε λέγων, “καθὼς γιγνώσκει με ὁ Πατὴρ, κἀγὼ γιγνώσκω τὸν Πατέρα.” Οὕτως ἐπίσταμαι, φησὶν, αὐτὸν ἀκριβῶς, ὡς αὐτὸς ἐμέ. συνεχῶς δὲ λέγει, “τὴν ψυχὴν μοῦ τίθημι ὑπὲρ τῶν προβάτων,” δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Τὸ μὲν γὰρ λέγειν, ὅτι φῶς εἰμι καὶ ζωὴ, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τί δὲ λέγει, ὅτι ἀποθανεῖν βούλομαι ; οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον, ἀλλὰ καὶ πολλὴν ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐπιδοῦναι. εἰπὼν δὲ "ὅτι καὶ ἄλλα πρόβατα ἔχω, περὶ τῶν ἐθνῶν λέγει. τὸ δὲ εἰπεῖν, “ἃ οὐκ ἔστιν ἐκ τῆς “αὐλῆς ταύτης,” τὴν διαφορὰν τοῦ τόπου μόνον ἐμφαίνει. Δῆλοί δὲ τὸ “κἀκεῖνά με δεῖ ἀγαγεῖν,” καὶ τὰ ἑξῆς, ὅτι ἐσκορπισμένα ὑπῆρχον, ποιμένα μὴ ἔχοντα, καὶ ὅτι γενήσεται μία ποίμνη, εἷς ποιμὴν, ἀμφότερα συνάπτεσθαι μέλλοντα, τὸ δὲ “δεῖ” τοῦτο οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν. Ἐπειδὴ δὲ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς οἱ Ἰουδαῖοι εἶναι, φησὶ, “διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, “ἵνα πάλιν λάβω αὐτήν.” Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔπειθέ με ἀγαπᾷν ὑμᾶς, τὸ οὕτως ὑμᾶς ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπεὶ ὑπὲρ ὑμῶν ἀποθνήσκω.
Τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἄν ; ὅτι ὁ δημιουργὰς τῶν ἁπάντων ἔλεγεν, “ἐγὼ τὴν ψυχήν μου τίθημι,” καὶ ὅτι δι’ ἡμᾶς ὁ δεσπότης ἀγαπᾶσθαι μέλλει, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει. Τί γὰρ τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς τῆς ἀγάπης γεγόναμεν αὐτῷ αἴτιοι ; οὐδαμῶς, ἀλλὰ τοῦτο εἶπεν ἐνδεικνύμενος τὴν πολλὴν αὐτοῦ συγκατάβασιν· διὰ δὲ τοῦ πολλάκις βούλεσθαι αὐτὸν
ΔΙΔΥΜΟΥ. Θύρα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει τοῖς πρὸς Θεὸν εἰερχομένοις κατὰ τὸ “εἰσέλθετε ἐν πνεύματι αὐτοῦ ἐν ἀγαλ- "λιάσει,” πρὸς τούτοις ἔστω c ἀνθρώπου τοῦ νοὸς ὄντος ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου. ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως "ὁ "νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ "ἐν τῷ σώματι περιφέρων ἑαυτοῦ,” ἐξέρχεται διὰ τῆς θύρας, φιλοτιμούμενος εἴτε ἐνδημεῖ εὐάρεστος αὐτῷ εἶναι.
ΘΕΟΔΩΡΟΥ ἩΡΑΚΛΕÍΑΣ. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν, ”ὅσοι ἦλθον,” ἀλλ’ οὐχ ὅσοι ἀπεστάλησαν. Οἰ [*](c Vid. leg. ἔσω.)
Ἀμμωνίου Πρεσβυτέρου. Νομὴν λέγει τὴν γέγονεν ἐπὶ τῶν Ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν, καὶ οὐδεὶς αὐτοὺς ἴσχυσεν ἐκβαλεῖν.
Κυρίλλου. Περισσὸν δεῖ νοεῖν τὸ ἐν μεθέξει γενέσθαι Ἁγίου Πνεύματος. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ δικαίοις καὶ ἁμαρτωλοῖς, ἡ δὲ τοῦ Πνεύματος μέθεξις μόνοις τοῖς πιστεύουσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν οἶδεν ἡ θεία γραφή.
Ἀμμωνίου. Πάντων σφαγέντων καὶ ἀπολωμένων ἦλθεν ὁ σῶσαι καὶ ζωὴν δοῦναι.
Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει· ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ’ ὡς ἀλλότριον ἐκέχρηντο οὐ γὰρ ἤσαν αὐτῶν ἰδια, οὐδὲ ἤχθοντο ἐν τῆ ἀπωλείᾳ τῶν λαῶν.
Τὸ δὲ, “ἐγώ ειμι ό ποιμήν, δια τους απιστήσαντας είπε τοῦτο· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ, καὶ γνόντα αὐτόν. Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν Θεὸν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν· διὸ καὶ πρῶτον ἐκεῖνο ἔταξε· πρῶτον γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος, καὶ οὕτως καὶ ἡμεῖς αὐτῷ. Διὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν· ἐνεργὴς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὸ εὐσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ Πατρός.
Θεοδώρου Μομψουεστίασ. Τὸ δὲ ἵνα πάλιν οὐκ ἐπὶ αἰτίας εἶπεν. οὐ γὰρ διὰ τοῦτο ἀποθνήσκει, ἵνα ἀναστῇ ἀλλὰ κατὰ τὸ ἰδίω μὰ τὸ γραφικὸν, ὡς αἰτίαν τὸ ἐσόμενον ἔφη.
Κυρίλλου. Τὸ “ἐξουσίαν ἔχω,” φησὶν ἐπ’ ἀμφοῖν, ἵνα μὴ δυνάμεως τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα, καθάπερ ὑπηρέτης ὑπουργῷ κατ’ d ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ’ ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν, τὸ καὶ αὐτὸν δύνασθαι κατεξου- [*](d καὶ Cod.)
Συμφρονοῦντα καὶ συνεθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρός. Ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ· ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου.
Ἀγαπᾶται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐχ ὡς ἔξω τῆς ἀγάπης διαμένων, εἰ μὴ συνέβη τὸ καθ’ ἡμᾶς, ἦν γὰρ ἀεὶ καὶ διὰ παντὸς ἀγαπώμενος· ἀλλ’ ἐπείπερ εἶδε τὸν ἴδιον Υἱὸν, διὰ τοῦ χαρακτῆρος ἠγάπησεν εἰκότως, οὐ μισθὸν, ὥσπερ τινὰ τῶν εἰς ἡμᾶς γεγονότων, τὴν ἀγάπην δωρούμενος, ἀλλὰ τῆς οὐσίας τῆς ἑαυτοῦ τὸ γνήσιον ἐν Υἱῷ θεωρῶν, καὶ φύσεως ὥσπερ τισὶν ἀναγκαίοις καὶ ἀπαραιτήτοις ὁλκοῖς, πρὸς τοῦτο καλούμενον ἀγάπης ἔργον τὸ καὶ παθεῖν ἑλέσθαι, καὶ τοῦτο ἀδόξως, διὰ τήν τινων σωτηρίαν, καὶ οὐχ ὅπως τεθνάναι μόνον, ἀλλὰ καὶ αὖθις τὴν τεθεῖσαν ψυχὴν λαβεῖν, ἵνα νεκρώσῃ τὸν θάνατον.
Περὶ τῶν ἐγκαινίων, ὧν μνημονεύει νῦν ὁ Εὐαγγελιστὴς λέγων, ὅτι ἐγένοντο τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοπις,” καὶ τὰ ἑξῆς, χρὴ γιγνώσκειν ὅτι μεγάλη τις ἦν αὕτη ἡ ἑορτὴ καὶ δημοτελής. τὴν γὰρ ἡμέραν καθ’ ἣν ὁ ναὸς ᾠκοδομήθη ἐπανελθόντων αὐτῶν ἀπὸ τῆς μακρᾶς αἰχμαλωσίας τῆς ἐν Πέρσιδι, ταύτην ἤγοντο μετὰ πολλῆς τῆς σπουδῆς. ἐν ταύτῃ οὖν παρῆν καὶ ὁ Χριστὸς τῇ ἑορτῇ, λοιπὸν γὰρ τῇ Ἰουδαίᾳ συνεχῶς ἐπεχωρίαζεν, ἐπειδὴ τὸ πάθος ἦν ἐπὶ θύραις. Τὸ μὲν οὖν κυκλῶσαι αὐτὸν τοὺς Ἰουδαίους καὶ εἰπεῖν, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις,” καὶ τὰ ἑξῆς, δοκεῖ πόθου τινὸς εἶναι καὶ φιλομαθίας. Ἡ δὲ διάνοια, μεθ’ ἧς ἠρωτων, διεφθαρμένη τε ἦν καὶ ὕπουλος· τῶν γὰρ ἔργων βοώντων αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ ῥημάτων ἐζήτουν τοῦτο ἀκοῦσαι, ἐπιστομίζειν αὐτὸν ἀπὸ τῶν λόγων βουλόμενοι. καὶ ὁ τρόπος δὲ τῆς ἐρωτήσεως, πολλῆς ἔγεμεν ἀπειθείας.
“Εἰπὲ” γὰρ ἡμῖν,” φησὶν, παρρησίᾳ,” καίτοιγε μετὰ παρρησίας λέγοντος αὐτοῦ, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζοντος ἀεὶ, καὶ
Χεῖρα δὲ καλεῖ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο εἶπεν, ἵνα μὴ πάλιν ἀντίθεον αὐτὸν εἴπωσι. 10 δὲ ἐγὼ καὶ ὁ “πατὴρ ἕν ἐσμεν,” τὸ ὁμοούσιον καὶ ὁμοδύναμον σημαίνων ἔλεγεν, ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι συνιδόντες, λίθοις αὐτὸν ἔβαλλον. Αὐτοῦ γὰρ ἐρωτήσαντος αὐτοὺς τὴν αἰτίαν τῆς ἀγανακτήσεως, καὶ τῆς τῶν λίθων βολῆς, καὶ ὧν ἐποίησεν θαυμάτων ἀναμνήσαντος, ταύ- τὴν ἔφασαν τὴν αἰτίαν εἶναι λέγοντες, ** περὶ καλοῦ ἔργου οὐ “λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι ἄνθρωπος ὣν, ’* ποιεῖς σεαυτὸν Θεόν.” Διὸ καὶ αὐτὸς οὐ μόνον οὐ τὴν ὑπόνοιαν αὐτῶν καὶ εἶπεν, οὐ λέγω ε-ι’ναι Θεὸς, οὐδὲ ὁμοδύνα- μος, οὐδὲ ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ τοὐναντίον ποιεῖ, βεβαιῶν μᾶλλον τὴν ὑπόνοιαν αὐτῶν, καὶ ταῦτα ἀγριουμένων ἐκείνων. Φησὶ γὰρ, ’* οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ἐγὼ ε7πα θεοί ἐστε ; καὶ τὰ ἑξῆς . C) δὲ λέγει τοιοῦτόν ἐστι, εἰ οἱ χάριτι
Κυρίλλου. τὴν πρώτην, φησὶ, ἑορτὴν, καθ’ ἣν ἐπετετέλεσε ἐγκαίνια ὁ Σολομών.
Θεοδώρου Μομψουεστίασ. Ἐπειδὴ κατέπεσε τῷ πολεμίῳ ἡ πόλις, ὕστερον δὲ καὶ ὑπὸ Ἀντιόχου πᾶσαν ἐρημωθῆναι συνέβη, εἶτα ὑπὸ τῶν Μακαββαίων ἐτράπησαν μὲν οἱ πολέμιοι, πάλιν ἡ πόλις ἀπέλαβε τὸ οἰκεῖον σχῆμα τῇ τοῦ Θεοῦ βοηθείᾳ, καθ’ ἣν ἀνέστη πάλιν ἡμέραν, ταύτην ἑκάστου ἔτους ἑορτάζοντες εἰς ὑπόμνησιν τῆς παρὰ πᾶσαν ἐλπίδα γεγενημένης διορθώσεως, ἐγκαίνια τῶν Ἱεροσολύμων ἐκάλουν τὴν ἡμέραν.
Ἀμμωνίου Πρεσβυτέρου. Εἰ καὶ μὴ εἶπεν Χριστὸν, ἀλλ’ εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδὸν, ἐσήμανε τοῦτο. τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸν Χριστόν.
Ἰσιδώρου Πηδουσιώτορυ. Ἐπειδὴ γέγραφας, οὐδεὶς ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,” πῶς πολλοὶ ἀπόλλυνται ; φημὶ, ὅτι ἁρπάσαι μὲν οὐδεὶς δύναται ἐκ τῆς ἀμάχου καὶ ἀηττήτου χειρὸς, τοὺς διὰ πίστεως ὀρθῆς καὶ πολιτείας ἀρίστης ἑαυτοὺς οἰκείους αὐτῆς εἶναι παρασκευάσαντας, ἀπατῆσαι δὲ δυνήσονται, τουτέστι, βίᾳ μὲν καὶ τυραννίδι ἀποσπάσαι οὐδεὶς δυνήσεται, παραλογισμοῖς δὲ καὶ ἀπάταις ἀποπλανῆσαι δυνήσονται, ἀλλ’ οὐ παρὰ τὴν ἀήττητον δεξιὰν γίγνεται τοῦτο, ἀλλὰ παρὰ τὴν τῶν αὐτεξουσίων ἀνθρώπων ῥᾳθυμίαν. Οὐ γὰρ ἐκ τῆς τοῦ φυλάττοντος ἀσθενείας, ἀλλ’ ἐκ τῆς τῶν φυλαττομένων εὐχερείας ἡ ἀπώλεια συμβαίνει.
Αμμωνίου. Ἀποδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον,
Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος. Ὁ γὰρ Πατὴρ δι’ Υἱοῦ ἐν Πνεύματι Ἁγίῳ πάντα ποιεῖ, διδάσκει ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ Θεοῦ.
Ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Γἱὸς ἀποδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαβὶδ, βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. Ἐπειδὴ θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκῃ τὸ ἀξίωμα. εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχει Θεὸς ἀναγκαίως, ἵνα μὴ αὐτὸς εἷς ἐκείνων ὑπάρχειν νομίζηται οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον, ἐν ἴσῳ τοῖς ἄλλοις ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα καταδεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς. Αὐτὸς γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς, γέγονεν ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύνεσθαι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενίσας φαιδρότητα.
Ἀγιασθεὶς λέγεται ὁ Υἱὸς, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Ἄγια γάρ ἐστι τὰ ἀφοριζόμενα τῷ Θεῷ εἰς θυσίαν. Ἐγὼ ἐν τῷ Πατρὶ εἰμὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” θεωρεῖται κατὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας. Εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσιν· οὐ μὴν τὴν Ἁγίαν Τριάδα· ὁ γὰρ Πατὴρ οὐκ ἔστιν Υἱὸς ἢ Πνεῦμα, μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ ἔστιν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα. Εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται, καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τὸ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἕν ἐσμεν οἱ πολλοί.
Ἐπειδήπερ ὅταν μέγα τι καὶ ὑψηλὸν φθέγξηται, ἀναχωρεῖ ταχέως ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ, ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· τούτου χάριν καὶ νῦν ἀναχωρήσας
Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει, καὶ ἀκόντων αὐτῶν, δείκνυται ὅτι οὐκ ἃν εἰ μὴ ἑκών a.
Κυρίλλου. Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται, ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβήσεται, τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος, ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραινόμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τὸ ἐπέκεινα τοῦ αὐλίζεσθαι.
Ἀμμωνίου. Οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην πρὸς Θεὸν, ὡς καὶ ὁ Χριστὸς περάσας τὸν Ἰορδάνην, ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ.
[*](a ἔπαθεν aut aliquid simile excidit.)