Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τούτου δὴ εἵνεκα καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπαορῆναι προσέταξεν, ὥστε τοὺς μεθ’ ἡμᾶς ἐσομενους μηδὲ ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι· τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς· τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει.

καὶ γὰρ ἡνίκα ῾Ρωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾀκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρηστῆρσι βαιῶν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν απασαν.

Τοιουτότροπόν τι κἀν τῷ Περσικῷ πολέμῳ πεποίηκεν. ἐπειδὴ γὰρ ἐκεῖνοι τὴν ῾Ρωμαίων ἀσχολίαν μεμαθηκότες κατὰ τῶν άστυγειτόνων ἐστράταυσαν, τὰς περὶ τῆς εἰρήνης παραβεβηκότες σπονδάς, ἐπεκούρει δὲ τοῖς πολεμουμένοις οὐδείς (τῇ γὰρ εἰρήνῃ τεθαρρηκὼς ὁ βασιλεὺς εἰς ἑτέρους πολέμους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς στρατιώτας ἐξέπεμψεν), ὑετῷ λαβροτάτῳ καὶ χαλάζῃ βαλὼν μεγίστῃ τὴν ἐπὶ πρόσω πορείαν ἐκώλυσε καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον·

καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν. Λαὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βσαιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε.

πλείους [*](1/2 vgl. Cod. Theod. XVI 10, 25 — —12 vgl. Socrat. YII 43, 1—5) [*](* 2/3 Theophyl. Bulg. Martyr. XV mart. 5 PC 126, 160 C 13? — —S 341,23 Niceph. H. Ε. XIV 4 — — S. 341, 23 Cass. X 28) [*](B V N + GS (s) = r AL (y)) [*](1 δὴ — 2 ἐκ s ι καὶ αὐτὰ — λειπόμενα > V ι 3 μηδὲ BV Theophyl. neque Cass. μηδὲν ry ι 4 τῷ] τῶν B ι 7 ῥωΐλασ V ῥώϊλασ (der Accent von zweiter Hand) B ῥωϊλὰσ s ῥοϊλᾶσ N ῾Ρωϊλᾶς Nie. ῥοΐλλοσ y Roilas Cass. ῾Ρούγας Socr.; vgl. ῾Ροῦας bei Priscus (F. H. G. IV 71 = Exe. de leg. S. 121 ed. de Βοοr), Roas Jordan. Get. 35, Rugila Chron. min. ed Mommsen I 058 u. 660 a. 433 u. 434 ι 8 τε > B ι 9 ποιῆσαι B ι 10 ποιῆσαι BL, vgl. δράσειν διανοούμενος Nie. ι θεὸς] κύριος B, maiestas divina Cass. ι 11 κατηνάλωσεν V ι 13 τοιουτότροπόν τι κἀν V τοιοῦτό δὲ τρόπον (auf Rasur) τι καὶ ἐν B τοιοῦτον δέ τι κἀν ry iale aliquid Cass. ι 14 τὴν] τῶν B ι τῶν > V ι 15 περὶ] παρὰ NGy 17 ὁ Vs ι καὶ1 B Cass. ι 18 μεγίστῃ βαλὼν ~ ry ι 19 δρόμον] τὸν δρόμον A)

341
γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκότος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς (Εὐνόμιος δὲ τούτω, ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε. καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίοις ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὕτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν.

ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ ῾Ραψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθοι μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλσαφημηθέντος ἀφεῖναι προσέταξεν.

ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ, τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο.

οὕτως ὁ τῶ,, ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει.

Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

[*](10 f n Κön. IS, 17 f. Jes. 36, 2 f. 37, 17 — 24 f ob. 338, 14 f)[*](B Y N + GS (s) = r AL (y))[*](1 πανσυδὶ Yy πασσυδὶ s πανστρατὶ πανστρατὶ διῆγον N ι γοροράνου By Gororanus Cass. γοραράρου Y ηγαράνου s ἀράνου N ι εἰρημένην Y, praedectam Cass. j 2 μὲν > Y ι προενεγκόντος Y ι 3 δὲ Y ι 4 τούτου B I 5 μηχανημάτων ry, vgl. μηχανὰς Nie. [ 8 έπιπαρταττόμενοσ s ι 9 βασιλέων s, σατραπῶν Nie. ι 10 σενναχηρεὶμ VS σενναχειρεὶμ B μρὶμ A ειρὴμ G σεναχηρεὶμ NL ι 14 μέγαν ἐπιτεθῆναι] μέγα τεθῆναι B ι 17 συνέτριψεν] διέφθειρεν s συνέτριβε Nie, contrivit Cass. ι ἐνκέφαλον Β ι 18 διἐρρανεν L ι τοῦτον NA ι 19/20 ὁμολογῶν ry, vgl. ἀναβοῶν Nie, professus est Cass. 20 καὶ δείσας — ἐσπείσατο = Cass. > B ι 21 παμβασιλεὺς] βασιλεὺσ Β rex Cass., vgl. ob. S. 278, IG und ὁ δὲ τῶν ὅλων παμβασιλεὺς Theodovet Gr. aff. cur. S. 254, 26 [Raeder] ι 23 προσφέρει θεραπείαν ~ s ι 25 ἀπέδωκεν BN)
342
[*]([μ΄])

Ἰννοκέντιον δὲ ἐκεῖνον τὸν ἄριστον τῆς ῾Ρώμης ἐπίσκοπον Βονιφάτιος διεδέξατο, Ζώσιμος δὲ Βονιφάτιον, τὸν δὲ Ζώσιμον Κελεστῖνος. ἐν ῾ιεροσολύμοις δὲ μετὰ τὸν θαυμάσιον Ἰωάννην Πραΰλιος τὴν τῆς ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ ὄντι φερώνυμος. ἐν Ἀντιοχείᾳ δὲ μετὰ τὸν θεῖον Ἀλέξανδρον Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῷ ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος.

οὗτος τὴν ᾿Απολιναρίου φατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ· πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίσημον ἔχοντες.

[*]([μα΄])

Κατὰ τοῦτον τὸν χρόνον ᾿ισδιγέρδης ὁ Περσῶν βασιλεὺς τὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐνθένδε λαβών, Ἄβδασ τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς· οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμανος πυρεῖον κατέλυσε. πυρεῖα δὲ καλοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς· θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι. τοῦτο μαθὼν παρὰ τῶν μόγων ὁ βασιλεὺς μετεστείλατο τὸν Ἄβδαν.

καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο καὶ τὸ πυρεῖον οἰκοδομῆσαι προσέταξεν· ἐκείνου δὲ ἀντιλέγοντος καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε, κὰ μέντοι καὶ τέλος ἐπέθηκεν οἷς ἠπείλησε. πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν.