Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών. τῆς δὲ Ἱεροσολύμων ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὑ καὶ πρόσθεν ἐμνήσθημεν. τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ

ἀρχιερωσύνῃ τὴν πολιτείαν. ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς καὶ· λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον. οὗτος Πορφύριον διεδέξατο, ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν.

ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν, ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆς γλώττης καὶ μυρίοις ἑτέροις πλεονεκτήμασι χάριτος.

Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἣν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε καὶ μετ’ ἐκεῖνον Εὐάγριος πειθοῖ καὶ παρακλήσει χρώμενος τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν ἧς παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε.

πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβών, καὶ τοὺς ἱερωμένους καὶ τοὺς πολλούς, ἀφίκετο πρὸς τὴν ἐκείνων ὁμήγυριν. καὶ παραλαβὼν ψάλλοντας καὶ [*](3 f vgl, Innocentii papae Epist. 22 PL 20, 544. Georg. Alexandrin. Vita Chrys. 70. Theodor. Trimith. De vita Joh. Chrys. 32 — 9 ob. S. 157, 17 f. 192, 9; 288, 1 — 19 f vgl. ob. S. 72, 12 f. 180, 25 f. 279, 10 f. 322, 1 f. * 6—S. 338, 9 Cass. X 25 — 10 — 14 Georg. Alexandrin. Vita Chrys. 71 S. 252, 34 — 10—18 Suidas Ἀλέξανδρος Ἀντ. ἐκ.) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](4 τυχεῖν = Nic. Georg, > B ι 6 λζ am Rand HSS ι ἐπίσκοπος Κύριλλος ~ L ι 10 συμβαίνουσαν = Georg. Suidas] συμμαχοῦσαν A ι 13 γενναίωσ V ι 15 κατέλειπεν B ι 16 οὖν = Suidas > B ι 18 πλεονεκτήμασι χάριτος B Suidas, et plurimis bonorum beneficiis abundabat Cass., ἐπλεονέκτει χαρίσμασιν Vry ι 20 παυλίνοσ B ι 21 χρησάμενος L ι 22 nach παραπλησίαν + ἑορτὴν expungiert L ι 23 πολλούς] λοιπούσ B, populos Cass., vgl, S. 72, 12; 97, 8 ι 24 ἐκείνων BVAmL > r ι ψάλλοντας] ψάλτασ V, psallentes Cass.)

338
μίαν ὑμνῳδίας ἁρμονίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἑσπέραν τετραμμένης πυλίδος μέχρι τοῦ μεγίστου νεὼ πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε καὶ ποταμὸν ἔδειξε λογικὸν τὸν παραρρέοντα μιμούμενον ποταμόν.

ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν.

Οὗτος τὴν Ἰωάννου τοῦ πάνυ προσηγορίαν πρῶτος τοῖς ἐκκλησιαστικοῖς [*]([λγ΄]) διπτύχοις ἐνέταξε.

Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν. καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε.

Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, [*]([λθ΄]) ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.

οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι γνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντ’ ἀντιβολήσας. Παλαί’ μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες.

ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶ,, πατέρων καὶ προγόνων θεός· τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα- [*](8/9 vgl. Innocentii papae Epist. 23 PL 20, 546 B — 10—13 vgl. Socrat. 45, 2—3. Synax. 425, 49 — 11—13 vgl. ob. S. 335, 6f — 19—S. Sozomen. IX, 1 u. 3. Socrat. VII 22) [*](* 8/9 Georg. Alexandrin. Vita Chrys. 71 S. 252. 37 — 10—18 Georg. ebd. 72 S. 254, 27. 255, 9 u. 15 — 10—S. 339, 1 Cass. X 26) [*](B V HN (n) + GS (s) = r AL (y)) [*](1 ὑμνωδίασ ἁρμονίαν BV ἁρμονίαν ὑμνῳδίας S ἁρμονίας ὑμνῳδίαν ny ἁρμωδίασ ὑμνωδίαν G, unum canticum sub quadam congruentia Cass. ι τετραμμένης] τεταγμένης B ι 3 παρεόντα B ι 6 ὠδύροντο] ὠλοφύροντο n ι 7 εἰσβάλλοντας schreibe ich] εἰσβάλλοντα B ἐμβάλλοντας VnL ἐμβαλόντας sA, vgl. S. 200, 21 ι nach θάλασσαν + ἀπωδύροντο H ι 8 λῆ am Rand B 10 λη am Rand Vry ι 11 μετεκόμισαν = Georg.] μετεκόμισεν B, reliquiae — devectae sunt Cass.; vgl. μετεκόμισε (scil. Proclus) Socr. ι 12 ὡς = Georg. > V, quasi Cass. ι πορθμίων Bsy ι τοῦ > B ι 14 λθ am Rand BVr ι 16 καὶ > B Cass. Georg. ι 17 vor ἱκετείαν + τὴν V, fehlt bei Georg, ι 19 λθ am Rand y ι ἐτεθνήκεισαν V ι 21 καὶ] καὶ τῶν y)

339
σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας.

τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις· ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας.

αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλανθρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος· καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.

᾿Ανήρ τις ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώμενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν. ὁ δὲ πιστότατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς·

καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπιτρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι. τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν καὶ δεδγλωκότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν ἕως ὁ δήσας οὑν πολλῷ πόνω, ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν· οὕτω τιῖς θείοις πεπίστευκε νόμοις.

[*](6—8 vgl. Socrat. VII 42. Sozomeu. Prooem. 3)[*](* 1—S. 340, 12 Cass. X 27 — 6—S. 340, 4 Niceph. H. Ε. XIV 3)[*](B V H [H bis 16 τὸν ἀρ’] N (n) + GS (s) = r AL (y))[*](5 χρείας] χεῖρας V nianns Cass., was Val. vorzieht ι 6 πολλὰ μὲν καὶ ἄλλα Vs multis etiam aliis Cass. πολλὰ καὶ ἄλλα j καὶ ἄλλα πολλὰ Bn ι κοσμεῖ BV adornatiir Cass. ἐκόσμει ry ι δὲ] δὲ καὶ n ι 6/7 φιλανθρωπίασ καὶ πραότητοσ V I 8 τε καὶ — τεκμήριον] καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, τὰ ἔζης δηλώσει S G I 9 kein neues Kapitel in HSS ι μὲν > BN ι 10 τινοσ B του/// V του Nie, pro aliqua causa Cass., ἑαυτοῦ ry ι 11 αἰτὸν s, eum Cass. ι 12 ἐκώλυσε κοινωνίας ~ n, Cass. wie im Text ι 14 συσείτων B οὐκ ἔφη] οὐκ ἐχρὴν ἔφη B οὐ δεῖν ἔκρινε Nie, ait non Cass. ι 15 λυθῆναί οἱ τὸν δεσμὸν schreibe ich] λυθῆναί οἱ τῶν δεσμῶν V, nisi prius eius vincuhon solreretur Cass., δεσμὸν τὸν δεσμὸν Bsy λυθῆναι τῶν δεσμῶν n Nie. ι μετασχήσειν schreibe ich] μετασχήσνι μετασχεῖν Vry Nie, vgl. S. 241, 22 ι ijrexaB ι 16 τινὰ τῶν οἰκειοτατῶν B τὸν οἰκειότατον Vry, vgl. τῶν τινα θεραπόνταν Nic.; nicht übersetzt von Cass. ι 17 δεδεκότι Val.] δεδοκότι B δεδωκότι Vry, vgl. ei qui ligaverat Cass. ὃς δήσας ἔλαχέ Nie. u. unt. Ζ. 19 ι 20 πόνω B Nie. τῶ πόνω Vry ι πεπιτεύκει V)
340