Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
ὁ δὲ ἀρχιερεύς· »ποίαν οὐν«, ἔφη, μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρανομίαν; νομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα;« ὁ δὲ βασιλεύς· »σὸν ἔργον«, ἔφη, »τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα«.
τότε ὁ θεῖος Ἀμβρόσιος· »ἐπειδὴ τῷ θυμῷ«, ἔφη, »τὸ δικάζειν ἐπιτρέπεις καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν ἀλλ’ ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς [*](22—S. 312, 11 vgl. Rufin. H. E. XI 18. Sozomen. VIT 25, 7. Synops. 65, 28. Zonar. XIII 18, 14 S. 86, 11. Malal. 348, 2. Cod. Theod. IX 40, 13) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ἐγώ BVFrSymeon ἐγὼ μὲν y ἀλλ’ ἐγὼ Georg, ego vero Cass. ι ἔφη > L | 2 ἐπιβῆναι] προβῆναι A ι 5 ἀρχιεπισκόπου n ι 7 δέξομαι VFry Georg. Symeon ἐκδέξομαι B εἰσδέξομαι Georg. Codd. ABV suscipio Cass. ι 9 δὲ nach ἀσπαστικῷ ~ n I καθῆστο = Symeon Nic.] κεκάθηστο B ι 10 λυθῆναι οἱ (sic) τὸν δεσμόν B λυθῆναι τὸν δεσμόν Fs λ. τὤν δεσμὤν V λ. τῶν δεσμῶν ny τοῦ δεσμοῦ λ. Georg. τῶν δεσμῶν ἀπολυθῆναι Symeon ttt eius rincida resolveret Cass., den Singular bezeugt Σ ι 11 θεοῦ BV Georg. Symeon τοῦ θεοῦ Fry ι 14 με τῶν δεσμῶν B με (einige Codd. μοι) τῶν δεσμῶν Georg. Codd. te solrere mea vincula Cass. μοι τῶν δεσμῶν Ny μοι τὸν δεσμὸν VFHs Symeon Σ ι 16 ὁ δεσπότης ἀνέῳξεν > I 17 ποίαν οὑν ἔφη B Symeon Cass. καὶ ποίαν φησίν Georg, ἔφη ποίαν οὑν VFry I μετὰ = Georg. Symeon] μετὰ τὴν B ι 17/18 παρανομίαν] παροινίαν L 19 φησί n ι 20 προσφερόμενα B Georg, τὰ προσφερόμενα VFry ι nach Ἀμβρόσιος + εἶπεν B + λέγει Georg., Cass. Symeon wie im Text ι 20/21 τῷ θυμῷ > L ι 21 ἔφη > B Georg. ι ἐπιτραπεὶς F)
διελθουσῶν δὲ τῶνδε τῶν ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν. καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ’ ἑαυτὸν δικάζων ὁ λογισμὸς ἐξετάσει τὰ ἐγνωσμένα καὶ ὄψεται εἴτε ἄδικα εἴτε δίκαια εἴη.
καὶ εἰ μὲν εὕροι ἄδικα, δῆλον ὅτι διαρρήξει τὰ γεγραμμένα· εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις«. ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι· τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος.