Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐπειδὴ δὲ ὁ ῾Ρουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου [*](11 Matth. 18, 18) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ὀλοφυρόμενοσ BYF Cass. Σ am Rand A c > ry | τὴν] καὶ τὴν F |) [*](2 ῥουφίνοσ immer B | μετεῖχε) μετείληχε VF | 4 πικρὸν BVFr Symeon πικρῶσ y | προσχέασ B | 5 ὦ B Symeon Σ > VFry Nie. Cass. |7 nach ἄνετος + ἐστι L | 8 εἴσισιν B εἰσίεσαν F | 9 πρὸ τούτων L | 10 φησίν] βοᾶ VΣ | 11 δεδεμένουσ B | 13 σοι τὰ δεσμά VFsy σου τὰ δεσμά Bn σε (σου Cod. B) τοῦ δεσμοῦ Georg, σε τῶν δεσμῶν Symeon, ut solvatur vinculum quod ligavit Cass.; vgl. S. 311, 10. 14 und 339, 15 | 14 τῆσ1 zweimal am Ende und Anfang der Zeile B | 17 ὁ βασιλεὺς = Symeon Cass. > V Georg. Σ | 19 τοῦ] ταῖσ B | πιστεύσας = Symeon Cass. Σ] πεισθείσ n | δὲ Bry Ε > VF Cass., γοῦν Symeon |20/21 ἔφη ἀναίδειαν (ἀναίδιαν B) B Symeon εἶπεν ἀναίδειαν Georg. ἀναίδειαν ἔφη VFry | 21 ὦ B Georg. Symeon Cass. Σ > VFry | το- σαύτης = Georg. Cass.] τοιαύτησ B | 23 τοσοῦτο V | 24 ἥξειν ἔλεγεν ~ B Symeon, Cass. wie im Text)

311
πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος· »ἐγώ«, ἔφη, »ὦ Ῥουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι, δ·έξομαι κἀγὼ μεθ’ ἡδονῆς τὴν σφαγήν«.

τούτων ὁ Ῥουφῖνος ἀκούσας ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιερέως σκοπὸν καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν.

Ὁ δὲ βασιλεὺς κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών· »ἄπειμι«, ἔφη, »καὶ τὰς δικαίας δέξομαι παροινίας«.

ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν. ὁ δὲ τυραννικὴν ἐκάλει τὴν πάρου.

σίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε καὶ τοὺς ἐκείνου νόμους πατεῖν. ὁ δὲ βασιλεύς· »οὐ θρασύνομαι«, ἔφη, »κατὰ τῶν κειμένων νόμων οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι, ἀλλὰ σὲ λῦσαί με τῶν δεσμῶν ἀξιῶ καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι καὶ μὴ κλεῖσαί μοι θύραν ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ δεσπότης ἀνέῳξεν«.