Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυϊτικὴν ἀφῆκε φωνήν· »ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ξῆσόν με κατὰ τὸν λόγον σου«, καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ τᾳῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ήντιβόλει βόλει τυχεῖν.

ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη· προσενεγκὼν δὲ ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν, ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ’ ἐξεπαίδευσε τὴν τῶν τόπων διαφοράν.

καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο· τοῦ δὲ βασιλέως εἰρηκότος ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν ὑπουργῷ τῷ τῶν δίακόνων ἠγου- [*](16 Psal. 118, 25 — 18 vgl. Ambr. De obitu Theodosii 34 — 22—S. 313 vgl. Sozomen. VII 25, 9) [*](* 20—23 Leo Grammaticus 104) [*](B V F HN (n) + GS(s) = r AL (y)) [*](1 φονικαὶ BY Georg. Symeon φονευτικαὶ Fry, vgl. τἀς ψήφους τὰς φονικὰς Zonar. ι 2 ἐν γράμμασιν B Georg. Symeon in litteris Cass. Σ ἐγγεγραμμέναι VFry γεγραμμέναι Nie. ι 3 τῶνδε > ry, quibus Cass. ι 6 εὕροι = Symeon > B, ratio probaverit Cass. ι 7 δίκαια βεβαιώσει] βέβαια δικαιώσει s δίκαια καὶ βεβαιώσει B, καὶ fehlt auch bei Cass. Σ ι 10 τε > VG ι 14 οὐκ ἑστώς B ἱκέτευεν B Georg. Σ ἱκέτευσεν VFry Symeon Cass. ι γόνα B ι 15 vor φωνήν noch einmal τὴν B ι 18 τὸ ἔδαφος B ι καταρραίνων ny καταραίνων BVFs 21 κινκλίδασ Bs ι 22/23 ἐπαίδευσε B, edocuit Cass. ι 24 προσμένειν VFNGA προσμένοι Symeon)

313
μένω χρησάμενος ὅτι· τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ«.

καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ᾿ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών·