Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τούσδε τούσδε τοὺς λόγους καὶ θαυμάσαντες καὶ στέρξαντες οἱ στρατιῶται εἵποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι. ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐχ ὤφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογμάτων διαφθορὰν εἰσδεξάμενον· καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε.

καὶ τὴν Ἑσπέραν καταλαβὼν πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος.

Αὐξεντίου γάρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου [*](5) [*]([ζ΄]) δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς [*](5/6 ob. S. 194, 20 f — —8 vgl. Synops. 58, 8. Zonar. XIII 5 S. 73, 12. Leo Grammat. 90, 5. Cedien. I 541, 3. Socrat. IV 1, 3 — —13. 16. 18/19 vgl. Philostorg. VIII 8. Sozomen. VI 6, 8—9. Synops. ὁδὶ IG. Zonar. ebd. 7 S. 73. 16. Cedreii. I 541, 11. Leo Grammat. 90, 19. Amm. Marcell. 26, 2) [*](* —20 Cass. VII 7 — —S. 219, 19 Symeon. Vita Ambrosii 1 f PG 116, 861 B — 21 — S. 220, 4 Cass. VII 8) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 δύναται > ryF ι 3 ς am Rand HSS ι τελευτὴν übergeschrieben Ac 5 τὸν νεωκόρον τῇ χειρὶ ~ s ι 6 προὐβάλλοντο V2NF ι 7 καὶ δικαιοσύηῃ > F ι 8 βασιλικῶς B, ὅσ’ auf Rasur V2 ι 9 σιατιᾶσ Α ι παραθείσησ L 10 ἐκεῖνο] ἐκεῖνον B, ille responderit Cass. ι 12 ταύτην] ταύτασ B ι καὶ = et Cass. > y ι 13 τοῖσδε] τούτουσ δὲ ι 15 πανονίασ ryFSymeon παιωνίασ παιονίας V2 poenia Cass. Cod. L ι 16 ὤφελε Hy ὠφε///λε V2 ὤφειλεν BsF ὄφελον N quod non debuit Cass ι 1 7 ἐκδεξάμενον yF ι 20 ἀρξόμενος κγρυγμάτων ~ B, Symeon wie im Text ι 21 ζ am Rand HSS ι μὲν > s ι εἰσεδέξατο BV2 Symeon διεδέξατο ryF)

218
τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις·

»ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρτυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν.

τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλὰς καὶ τοὺς παρ’ ἐκείνου γιγνομένους ἐλέγχους ἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκη) ὡς ἰατρικὴν ἀσπαζώμεθα θεραπείαν«. θεραπείαν«.

Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι σοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον. ὁ δὲ ἔφη· »μεῖζον ἧ καθ’ ἡμᾶς τὸ ἐγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθέ. οὔτοι μὲν οὔ ἐξελθόντες καθ’ ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες.

οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο, οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν οὑν τάχει κατέλαβεν.

οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφῆκαν φωνήν, Ἀμβρόσιον [*](1 f vgl. Ambros. Epist. 21, 2 u. 5. PL 16. Sozomen. VI 7, 2 — 15—S. 219, 1 vgl. Paulini Vita Ambrosii 6 PL 14, 31 A [griechisch Papadopoulos-Kerameus ᾿Αναλεκτὰ Ἱεροσολ. σταχυολογίας I S. 33] — 15—S. 219, 6 vgl. Socrat. IV 30 — 15—S. 219, 12 vgl. Sozomen. VI 24, —4. — — S. 219, 15 vgl.Rufin. H. E. XI [Georg. Mon. 558, 10]) [*](*19—S.220,2 Exc. Tripart.[ Polydeukes410,17. Theophan. 60,23.Exc. Bar. f. 220v]) [*](V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 λογίοις V2S λογείοισ, nach ἐντεθραμμένοι ~ B eloquiis Cass. λόγοισ’ ’F Symeon ι 3 μόνον BV-y Symeon Cass. μόνω rF ι 4 ἀρχέτυπον ἑαυτὸν ~ B, Symeon Cass. wie im Text ι 4/5 μάρτυρας A ι 6 ἐνιδρύσατε θρόνοισ B ἐγκαθιδρύσατε θρόνοις Symeon ι 7 ὑποκλίνωμεν ByF Symeon ὑποκλίνοιμεν V2r ι 8 γιγνομένους V2ryF Symeon γενομένους B ι 9 προσπταίειν V2ryF Symeon πταίειν B ι ἀσπαζώμεθα V2 ἀσπαζόμεθα Bs ἀσπαζοίμεθα ny ἀσπασώμεθα F Symeon ι 14 εἰσδεδεγμένοι V2ryF Symeon εἰσδεξόμενοι B ι ψηφιεῖσθε TiSLF Symeon Cass. ψηφιεῖσθαι BV2GA ι 15 ἐβουλεύοντο V2ry Symeon Cass. ἐβουλεύσαντο BF ι 17 μετειληχότες V2ryF Symeon μετειληφότες B ι 21 σὺν] ἐν F ι 22 διαμάχης BV2syF μάχης n Symeou, scditione Cass.)

219
σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα. ἔτι δὲ οὗτος ἀμύητος ἦν. ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα. ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους.

ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον (καὶ γὰρ τοῖς γεγενημένοις παρῆν)· χάρις σοι.

δέσποτα παντοκράτορ καὶ ὁ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρισα σώματα, σὺ δὲ ψυχάς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας«. ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος Ἀμβρόσιος οὑν παρρησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις· ταύτην σοὺ, ἔφη ὁ βασιλεύς, »καὶ πάλαι ᾔδειν τὴν παρρησίαν καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα«.

ταῦτα μὲν οὑν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακε.

Μαθὼν δέ τινας ἐν τῇ ᾿Ασίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ’ ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν. ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν.

ἐπέστειλε δὲ καὶ αὐτός, κοινωνὸν [*](1 f vgl. Ambros. Epist. 21, 7 PL 16) [*](* —19 Vaticanus syriac. 145 fol. 69v (= Σ) — 10—19 Niceph. H. E. XI 32) [*](B V2 HN (n) + GSP [P von 18 μετέρων ψυχῶν an] (s) = r AL (y) F) [*](1 σφίσιν] φησι V2 > B Cass., vgl. ποιμένα ἑαυτῶν Symeon ι 2 προσέταξε V2ryF Symeon ἐκέλευσεν B ι 3 ἀξιέπαινον Lm ι μὲν vor γὰρ ~ B ι 4 οὐσαν = Symeon] εἶναι B ι 5 ὑπέλαβε = Symeon] ὑπελάμβανε s ι 6 τῶν > V2Ns Symeon ι 7 ἀπέλαυσε F, ἑ auf Rasur V2 ι 8 χάριν V2ryF Symeon gratiam Cass. χειροτονίαν Σ ι πανάριστοσ F ι 9 γὰρ = Symeon Cass.] γὰρ δὴ V2 ι 10 παντοκράτορ nSy Nie. Exe. Bar. und, ο aus ω corr., V2F παντοκράτωρ BG Symeon Polyd. Theophan. Codd. bdy ι 11 σῶτερ nF Nie. Symeon Polyd. Theophan. Exe. Bar. und, ε auf Rasur, V2 σώτηρ Bsy ι 12 δὲ2> V2 ι 14 ἐπεμέμψατό V2ny Nie. ἐμέμψατο BsF Symeon quereretur Cass., s. S. 178, 13; 195, 22 ι 17 ὁ > L I 18 διαγορεύει F ι τὰ naeh ψυχῶν ~ V2 ι 20 ἐν τῇ2 > B, vgl. in Asia et Phrijfiia Cass. ἐν Ἀσία καὶ Φρυγίᾳ Polyd. Theophan. ι 22 καὶ1 > B Cass. ι 24 ἐκτεθεῖσαν = Cass. > A)

220
τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησόμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν. ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.