Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>Πιστεύομεν εἰς ἕνα θεόν πατέρα παντοκράτορα, πάντων ὁρατῶν >τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἵνα κύριον Ἰησοῦν Χριστόν τὸν >υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ >τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν >ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί δι᾿ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, >τὸν δι’ ἡμὰς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν >κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα >τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι >ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα.

τοὺς δὲ λέγοντας >ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἢν, καὶ ὅτι >οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας >εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία

>Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον >ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις· ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ ᾿Αρειομανῖται, ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες, καὶ ὅτι ἢν ποτε ὅτε οὐκ ἦν, >καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι. διὰ τοῦτο γάρ, καθὰ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν.

οὐ γὰρ ἁπλῶς [*](21—23 vgl. Kol. 1, 23. 2, 4. 1 Tim. 6, 4) [*](B V2 HN (n) + GS (s)= r AL (y) F W [bis 22 ἀποστολικῇ]) [*](1 ἀντιλέγωσι V2nSF Athan. ἀντιλέγουσι BGyTim. ι 5 ὑπὸ = Tim.] ὑπὸ τῶν V2W und Athan., der aber τριακοσίων δέκα καὶ ὀκτὼ ausläßt wie Tim. δέκα ὀκτὼ ι 5/6 ἐπισκόπων = Cass. Athan. Tim.] πατέρων s ι 6 bei Timotheus steht das Symbol hinter θεότητα unten 216, 7 ι 14 κατελθόντα] κατελθόντα ἐκ τῶ)· οὐρανῶν B dcseendit de coelis Cass. (aber de eoelis > Cod. L) κατελθόντα Λαὶ Athan. Tim. ι 15 τοὺς > HGLF, gestrichen in Α ι 17 ὅτι1 BV2HTim. > NsyFW Cass. Athan. ι 20 ἁγία = Cass. > N Athan. Tim. ι 21 ἀναγκαῖον ἐπιμένειν ~ B, Cass. wie ἰῶ Text ι 22 μετακινεῖν = Athan. Tim.] κινεῖν n, movere Cass. ι 25 καὶ ποιητὸς > F ι 25/26 καθὰ προείπαμεν ryF Athan. Codd. Par. Bas. καθὰ προείπομεν Tim. und, ο auf Rasur, V2 sicuti praediximus Cass. καθόπερ εἴπαμεν B)

216
>ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ᾿ ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει >πατρός.

ἀλλ’ οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα.«

Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν ἐβεβαίωσεν ἣν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν. καὶ νόμον ἕτερον ἔγραψε τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν. Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀναδεξάμενος πόλεμον.

ἐπειδὴ δὲ ὁ ἐκ τῆς ἐκείνου δυσσεβείας ἐπισκήψας λιμὸς ἐπεῖχεν εἰσπράττειν τὰς εἰσφοράς, τῆς Κωνσταντίνου συντάξεως τὸ τριτημόριον Ἰοβιανὸς τὸ τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑπὸ σχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρέξειν τὸ σιτηρέσιον.

Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια, ἀπὸ τῆς ᾿Αντιοχέων ἐπὶ τὸν Βόσπορον ὥρμησεν. ἐν Δαδαστάνῃ δὲ κώμη δὲ αὕτη Βιθυνῶν καὶ Γαλατῶν ἐν μεθορίῳ κειμένη) τοῦδε τοῦ βίου τὸ τέλος ἐδέξατο, αὐτὸς μὲν μετὰ μεγίστων καὶ καλλίστων ἐφοδίων ἀπάρας, τοὺς δὲ τῆς βασιλικῆς ἐκείνης ἡμερότητος γεγευμένους ἐν ὀδύνῃ καταλιπών.

οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν. καὶ δι’ ἐκείνου μὲν διδάσκειν ὡς μάλα εὐπετῶς [*](9—13 vgl. Sozomen. YI 3, 4. Philostorg. VlII 5. Theophan. 53, 33. ob. S. 47, 1 F. 182, 8 — —22 vgl. Sozornen. YI 6, 1. Socrat. III 26, 1—5. Philostorg. YIII 8. Rufin. H. Ε XI 1. Theophan. 54, 19. Zonar. XI Y 10 S. 71, 8) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 τὸν υἱὸν τῷ πατρί = Cass. Athan. Tim.] τῶ πατρὶ τὸν υἱόν B ι nach ἁπλῶς + ἦ r ι θεοῦ Π θεῷ Athan. Tim. ι 3 ἴδιόν = Cass. Athan. > ATim. καὶ2 = Athan. Tim. > B ι ὁ αὐτῶ A ι 8 δ am Rand HSS ι 10 σύναξιν n | 15 ἰοβιανὸσ BV2L ὁ ἰοβιανὸσ F ἰωβιανὸσ A ἰουβιανὸσ r ι τὸ2 nur in B ι | 16 παρέξειν B παρασχεῖν V2ryF ι 17 ​ε am Rand BryF ι 18 τὸν] τοῦ B ι ἐν δαδαστάνη δὲ y ἐν δαδασθένη δὲ V2 ἐν δὲ δασθάνη sF ἐν δὲ θασθάνη n ἐν θαδασθανη B; vielleicht im Urtext ἐν δαδασθάνη δὲ, vgl. Theophan. ἐν Δαδασθάνοις ; Δαδάστανα Socrat. Sozom. Philostorg. Malal. Chron. Pasch. Zonar. ι 19/20 τόδε τοῦ βίου τὸ τέλος] τὸ τοῦ βίου τέλος y ι 20 μὲν > B ι 21 γεγευμένουσ] γεγυμνωμένουσ V2 ι 22 καταλελοίπει V2 ι οἶμαι: ἑ am Rand V2 ι 24 ἡμὰς γυμνοῦν πάλιν ~ B πάλιν ἡμᾶς γυμνοῦν ~ V2 ι διδάσκων yF ι εὐπετῶς] εὐπρέπωσ V2)

217
παρέχειν ἃ βούλεται δύναται, διὰ δὲ τούτου καὶ διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν.

Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες ἐθρήνησαν μὲν ὡς πατέρα τὸν ἀπελθόντα, Βαλεντινιανὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον ἀλλὰ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ μεγέθει σώματος διαπρέποντα.

οὕτω δὲ ἢν βασιλικός τε καὶ μεγαλόφρων ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῶ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον· ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας· ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγώ, ἐμὸν λοιπὸν καὶ οὐχ ὑμέτερον τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων‘.