Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐκείνου δὲ δυσχεραίνοντος ὡς διακοπτομένης τῆς προσευχῆς, οὕτος ἔλεγεν ἀναγκαιοτέραν εἶναι τῶν πλανωμένων τὴν σωτηρίαν. ἐθαύμαςον δὲ ἅπαντες τὸν Πρωτογένην, θεώμενοι τοιαῦτα μὲν θαυματοθυργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτός, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα καὶ τοὺς άγρευομένους ἐκείνῳ προσάγοντα.

ἐτόπαζον δὴ οὖν εἰκότως πολλῷ πλείονα εἶναι τὴν ἐκείνου καὶ ὑπερτέραν ἀρετήν. ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετάχθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος.

ἐπειδὴ δὲ τὴν ἐνεγκοῦσαν κατέλαβον, ὁ μὲν θεῖος Βάρσου τοῦ μεγάλου μεταστάντος εἰς τὸν ἄλυπον βίον, τῆς ὑπ’ ἐκείνου κυβερνωμένης ἐκκλησίας ἐπιστεύθη τοὺς οἴακας· ὁ δὲ ἀξιάγαστος Πρωτογενὴς γεωργεῖν ἐτάχθη τὰς Κάρρας, πόλιν κεχερσωμένην καὶ ἀκανθῶν Ἑλληνικῶν πεπληρωμένην καὶ πολλῆς δεομένην φιλοπονίας. ταῦτα μὲν οὑν μετὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην ἐγένετο.

Ὁ δὲ βάλῃς, πᾶσαν ὡς ἔπος εἰπεῖν ἐκκλησίαν τοῦ ποιμένος γυμνώσας, εἰς τὴ·ν Καισάρειαν ὥρμησεν ἧς οἰκήτορες Καππαδόκαι [*](16 — 18 vgl. Chronic. Edessenum anno 689 — 24 f vgl. Sozomen. VI 16, 1) [*](* 23— S. 246, 10 Cass. VlI 36) [*](B ν 2 HN (n) + GS (s) = r AL (y) F) [*](1 ὁ τῆς ὑγείας ~ n ι ὑγιείας und 2 ὑγίειαν V 2 yF ι 2 καταυτὸ B 3 μεταλαχεῖν, λαβεῖν am Rand, F μεταλαχεῖν A ι 4 ἀπήγαγεν B ι nach ἀνοῖξαι + οἱ V 2, fehlt bei Nie. Cass. ι 8 δὲ > B, igitur Cass. ι πρωτουένη V 2 μὲν > F I 9 μεταδιδόντος BV 2 ι 10 τῶν πρωτείων = Nie.] τὰ πρωτεῖα 11 προσάγοντα] προσφέροντα B offerret Cass. ι 12 vor ἀρετήν + τὴν V 2 F 13 γεναμένησ B ι 15 τῆς 2 — 16 ἐστερημένος > L ι16δὲ> V 2 ι 17 den Accent corr. V 2 ι 19 προσετάχθη A ι τὰς Κάρρας ἐτάχθη ὅ V 2 Cass. wie im Text ι 20/21 δεομένης B ι 21 μὲν οὐν > B ι 22 ἐγένοντο yF ι 23 ἴθ’ am Rand HSS ι Οὐάλης r, von zweiter Hand BV 2 ι τοῦ ποιμένος = Cass.] ὀρθοδόξου ποιμένος B ι 24 γυμνώσας = Cass.] ἐστέρησε καὶ n καππαδόκεσ B)

243
ἡγεῖτο δὲ ταύτης τηνικαῦτα Βασίλειος, ὁ τῆς οἰκουμένης φωστήρ. προὔπεμψε δὲ τὸν ὕπαρχον, ἐντειλάμενος ἢ πεῖσαι τὸν Βασίλειον τὴν πρὸς Εὐδόξιον ἀσπάσασθαι κοινωνίαν ἢ μὴ πειθόμενον ἐξελάσαι.