Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν, ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος καὶ ταύτην ἀποκρουσάμενος ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπος γένηται. ἀλλ’ ἀράχνης ἱστῷ τὸ μηχάνημα παραπλήσιον ὤφθη.
ἤρκεσε γὰρ τοῖς ἄλλοις ἀρχιερεῦσιν εἰς ὠφέλειαν τὰ Παλαιὰ διηγήματα, καὶ οἶόν τινες πύργοιτὸν τῆς πίστεως περίβολον ἀκλινῆ διετήρησαν. ὁ μέντοι ὕπαρχος εἰς τὴν Καισάρειαν ἀφικόμενος καὶ Βασίλειον τὸν μέγαν μεταπεμψάμενος, τιμῆς τε ἠξίωσε καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῶ καιρῷ παραινῶν καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δι’ ὀλίγην δογμάτων ἀκρίβειαν· ὑπισχνεῖτο δὲ καὶ τὴν βασιλέως φιλίαν καὶ τὰς ἐκ ταύτης δι’ αὐτοῦ πολλοῖς ἐσομένας εὐεργεσίας.
ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ μειρακίοις ἔφη τούτους ἁρμόττειν τοὺς λόγους.
»ἐκεῖνοι γὰρ καὶ οἱ ἐκείνοις προσόμοιοι περὶ τὰ τοιαῦτα κεχήνασιν· οἱ δὲ τοῖς θείοις λογίοις ἐντεθραμμένοι προέσθαι μὲν τῶν θείων δογμάτων οὐδεμίαν ἀνέχονται συλλαβήν, ὑπὲρ δὲ τούτων, εἰ δέοι, καἰ πάσας τοῦ θανάτου τὰς ἰδέας ἀσπάζονται. τὴν δὲ βασιλέως φιλίαν μέγα μὲν ἡγοῦμαι μετ’ εὐσεβείας, δίχα δὲ ταύτης ὀλεθρίαν ἀποκλῶ«.