Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πανημέριον καὶ παννύχιον τὸν τῶν ὅλων ἠντιβόλει θεόν. πρωτογένης δὲ ὁ ἀξιάγαστος, τὰ Εὐνομίου γράμματα πεπαιδευμένος καὶ γράφειν εἰς τάχος ἠσκημένος, τόπον εὑρὼν ἐπιτήδειον καὶ τοῦτο, διδασκαλεῖον καὶ παιδαγωγεῖον ἀποφήνας, μειρακίων κατέστη διδάσκαλος, καὶ κατὰ ταὐτὸν γράφειν τε εἰς τάχος ἐδίδασκε καὶ τὰ θεῖα ἐξεπαίδευε λόγια.

Δαυϊτικάς τε γὰρ αὐτοῖς ὑπηγόρευε μελῳδίας καὶ τῆς ἀποστολικῆς διδασκαλίας ἐκμανθάνειν τὰ πρόσφορα παρεσκεύαζεν. ἑνὸς δὲ τῶν μειρακίων νόσῳ περιπεσόντος, ἀφίκετό τε εἰς τὴν οἰκίαν καὶ τῆς δεξιᾶς τοῦ νοσοῦντος ἁψάμενος προσευχῇ τὴν νόσον ἐξήλασε. τοῦτο μεμαθηκότες οἱ τῶν ἄλλων παίδων πατέρες ἦγόν τε αὐτὸν εἰς τὰς οἰκίας καὶ τοῖς ἀρρωστοῦσιν ἐπικουρεῖν ἠντιβόλουν.

ὁ δὲ οὐ πρότερον ἔφη τὸν θεὸν ἱκετεύσειν ἀπελάσαι τὴν νόσον, πρὶν ἀξιωθῆναι τὸν ἄρρωστον τῆς τοῦ βαπτίσματος δωρεὰς. οἱ δὲ προ [*](* 10—242, 21 Cass. VII 34) [*](B ν 2 HN (n) + GS (s) = r AL (y) F) [*](2 πρωτογενῆ ν 2 ι 3 ἀντινῶ v 2SA ἀντινων (sic) B ῳν, ν expung., F antino Cass. Cod. L ι ἐξέπεμψαν v 2 transmisit Cass. ι 4 Ἐγὼ δὲ: ιݲηݲ am Kand HSS οὐδὲ > L ι 6/7 συναθροιζομένουσ B concurrentes Cass. ἀθροιζομένους die übr. HSS ἀθροιζομένων Nie. ι 9 ἀποχρῆναι B ἀποχρῆν, ἢν auf Rasur corr. ν 2 ἀπόχρην GyF ἀποχρῆν nS ι 10 ἐπιμελήθησαν B ι 12 nach ἀξιάγαστος + ἐκεῖνος v 2, fehlt bei Cass. ι τὰ εὐνομίου ν 2 yf Eunomii Cass. (s. Revue de Philologie 1909, S, 238 f) τὰ ἐκ νόμοι· Br: vgl. νομικός im Sinn von παιδοδιδάσκαλος Byz. Zeitschr. III 186 ι 14 παιδαγωγεῖον = Nic.] παιδευτήριον y ι 15 κατὰ — ἐδίδασκε καὶ τὰ = Cass. > A I κατ’ αὐτὸν BF τὰ κατ’ αὐτὸν S ι 16 ἐξεπαίδευε BrFNic. erudiebat Cass. ἐξεπαίδευσε V2y ι αὐτοῖς > F ι ὑπηγόρευσε yF, dictabat Cass. ι 18 τε > Bs ι 20 παίδων BV 2 παιδίων ryF infantium Cass. ι τε > B ι 22 ἱκετεύσειν ἀπελάσαι V 2 ἱκετεύειν ἀπελάσαι B ἱκετεῦσαι ἀπελάσαι F ἱκετεῦσαι ἵνα ἀπελάσῃ nGL ἱκετεῦσαι /////// ἀπελάσηα αἰ Ac) A ἱκετεῦσαι S)

242
θύμως ὑπήκουον (κατήπειγε γὰρ αὐτοὺς τῆς ὑγείας ὁ πόθος) καὶ κατὰ ταὐτὸν ψυχῆς τε καὶ σώματος τὴν ὑγείαν ἐδρέποντο.

εἰ δέ ποτέ τινα τῶν ἐρρωμένων ἔπεισε τῷ θείας μεταλαχεῖν χάριτος, ἀπῆγε τοῦτον πρὸς τὸν Εὐλόγιον, καὶ πατάσσων τὴν θύραν ἀνοῖξαι παρεκάλει καὶ τὴν δεσποτικὴν ἐπιθεῖναι τῷ θηρευθέντι σφραγῖδα.