Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Μετὰ δὲ τὴν ΄Ιουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιάν έν τῇ πολεμίᾳ διαςῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὅντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα.

τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὕτε στρατηγὸν ὅντα οὕτε τῶν μετ’ ἐκείνους, ἐπίσημον δὲ ἅνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνενα γνώριμον· σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι.

παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησάμενος τοῦ τυράννου τὴν δυναστείαν αὐκ ἕσεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτηρος ἡμῶν μάρτυσι συνετέτακτο. τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἥγαγον εἰς μέσον τὸν πάντα ἅριστον ἅνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιάσαντες ὑψηλὸν ἕστησαν ἐπὶ τούτου.