Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἡ δὲ Ἀντιόχου πόλις τὴν ἐκείνου μεμαθηκυῖα σφαγὴν δημοθοινίας ἐπετέλει καὶ πανηγύρεις· καὶ οὐ μόνον ἐν ταῖς ἐκκλησίαις ἐχόρευον καὶ τοῖς τῶν μαρτύρων σηκοῖς, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις τοῦ σταυροῦ τὴν νίκην ἐκήρυττον καὶ τοῖς ἐκείνου μαντεύμασιν ἐπετώθαζον, ἐγὼ δὲ καὶ τὴν ἀξιάγαστον αὐτῶν θήσω φωνήν, ἵνα καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἡ ταύτης φυλάττηται μνήμη.

κοινῇ γὰρ πάντες ἐβόων· »ποῦ σου τὰ μαντεῖα, Μάξιμε μωρέ· ἐνίκησεν ὁ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ«. Μάξιμος δέ τις ἦν κατ’ ἐκεῖνο καιροῦ φιλοσοφίας μὲν πρόσχημα περικείμενος γοητείᾳ δὲ χρώμενος καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος. ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνωρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς.

διά τοι τοῦτο καὶ λόγον συνέγραψε κατ’ αὐτῶν καὶ Μισοπώγνα τοῦτον ὠνόμασεν ἐγὼ δὲ τὴν ἐπὶ τῇ τελευτῇ τοῦ τυράννου χορείαν τέλος ἐπιθήσω τῇ συγγραφῇ οὐ γὰρ ὅσιον ὑπέλαβον εὐσεβῆ συνάψαι βασιλείαν τῇ δυσσεβεῖ δυναστείᾳ.

[*](14/15 vgl. Socrat. III 17, 9. Sozomen. V 19, 3. Zonar. XIII 12, 37 S. 64, 11.)[*](* 8/9 Theophyl. Bulg. Martyr. XV mart. 8 PG 126, 164 B 12?)[*](B V2 HN (n) + GSP (s) = r AL (y) F)[*](1 κη am Rand BV2AF ι ἡ δὲ — 4 ἐπετώθαζον > y, am Rand Ac ι 3 τῶν > Ac 1 καἰ ἐν BP κὰν V2H καὶ NGSAcF ι 4 nach ἐκείνου + τοῦ ἀθλίου ἰουλιανοῦ B ι μαντεύμασιν] μάντεσιν V2 ι 5 τὴν übergeschrieben αὐτῶν BV-rFGass. τῶν ἀντιοχέων y ι θήσω BnSPyF ἐνθήσω V2G, hie ponere Cass., vgl. S. 137, 18 I 6 φυλάττοιτο B ι 8 δέ] γὰρ y ι κατ’ ἐκείνου καιροὶ B κατὰ τὸν καιρὸν ἐκεῖνον n ι 9 πρόσσχημα A ι γοητείᾳ δὲ χρώμενος>n ι 11 δόγματα δογ auf Rasur Ac) A γράμματα B ι 12 τὸν > P ι ἀεὶ > Bv2 13 ἐξάγιστον] ἐξάγιστον ἐκεῖνον V2 ἄξιον λήθης ἰουλιανὸν B ι ἤδει BV2 ἔφη ryF ι τοι > B ι 14 κατὰ τούτων B ι μισοπώγωνασ τούτουσ rF ι 16 εὐσεβῆ—17 δυναστεία BV2Fc εὐσεβεῖ συνάψαι βασιλεία τὴν δυσσεβῆ δυναστείαν ry ne pio imperio impietatis potentia eopidetur Cass.)