Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

εἶτα πάντων αὐτῷ τὰ βασιλκὰ προσενηνοχότων προσρήματα καὶ Αὕγουστον προσαφορευσάντων καὶ [*](3—S. 211, 10 vgl. Rufin. H. E. XI 1 [Georg. Mon. 548, 14]. Socrat. III 22, 1—5. Sozomen. VI 3, 1. Zonar. XIII 14, 2 u. 20 s. 70, 6 u. 72, 10. Cedren. I 539, 15. Leo Grammat. 95. 7. Svnons. 57. 9. Chronic. Pasch. 552. 17. Amm. Marcell. 25. 5 u. 10. 14) [*](Β V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 τόμος — 2 ἱστορίας Α τάδε περιέχει καὶ ὁ δݲ τόμος τῆσ ἐκκλησιαστικῆσ ἱστορίας Ν τόμος τέταρτς G τόμος δݲ SLF λόγος δݲΒ> V2 H | 3 aݲam Rand BF | nach Ἰουλιανοῦ + τοῦ τοῦ τυράννου Β | 4 ἐβουλεύοντο ΒV2 ἐβουλεύσαντο ryF | 5 τε 1 >Β | ἐπιρρῶσαι Β |6 άκμῆς ὅντα] ἀκμάσαντα V2 | 7 τούτων δὲ: αݲ am Rand y | δὲ] δὴ F | τούτων2] τούτου Β |8 καταυτὸν Β | ἰοβιανὸν ΒyF (aber o auf Rasur A) ἰοβανὸν V2 ἰουβιανὸν r | 10 εἵνεκα ΗGF εἵ auf Rasur V2 | 11 ἐν τοῖσ Β ἕν τε V2 ἐν ryF | 14 σωτῆρος ἡμῶν]= σρσݲ s χυݲ η |15 συμφωνίαν] συγγραφίαν L | ὑπολαβότες s | 16 ἐκεῖνον ἄνδρα ∾V2L | 17 αὐτῶν yF | 18 καὶ2 >Α)

211
Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν· »οὐ δύναμαι«, ἔφη, »Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης ὁ μαθήματα· οἱ γὰρ τοιοῦτοι, τῆς θείας προμηθείας γεγυμνωμένοι εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται«.

τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν· ’μὴ ἐνδοιάσῃς, ὢ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν· Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων.

οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ’ ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων· τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις; ἐνιδρῦσαι τὴν λώβην«.