Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Κωνστάντιος μὲν δὴ στένων καὶ ὀδυρόμενος ὑπεξῆλθε τὸν βίον ὅτι τῆς πατρῴας πίστεως παρετράπη· Ἰουλιανὸς δὲ ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν διαβαίνων ἐπύθετο τοῦ Κωνσταντίου τὴν τελευτὴν καὶ θαρρήσας, ὡς οὐδένα ἀντίπαλον ἔχων, τὴν βασιλείαν παρέλαβεν.

Οὐτος δέ, νέαν μὲν ἄγων τὴν ἡλικίαν σὺν Γάλλῳ τῷ ἀδελφῷ καὶ ἄνηβος ὢν ἔτι, τὴν τῆς εὐσεβοῦς διδασκαλίας εἷλκε θηλήν, καὶ μὲν δὴ καὶ γενόμενος γενόμενος καὶ ἔφηβος τῆς αὐτῆς μετελάγχανε· δείσας δὲ τὸν Κωνστάντιον (τοὺς γὰρ γένει προσήκοντας δειμαίνων τὰς τυραννίδας) τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ καὶ τὰς ἱερὰς βίβλοις ἐν τοῖς ἐκκλησιαστικοῖς συλλογοις συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ. καὶ σηκὸν μαρτύρων ἐδομήσατο μέν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι· τῶν γὰρ δὴ θεμελίων τὸ τῆς ἐκείνου γνώμης μιμησαμένων ἀβέβαιον, πρὶν ἱερωθῆναι κατέπεσε. τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ καὶ τῆς δευτέρας τοιαῦτα ἢν.

Ἐπειδὴ δὲ δὲ εἰς τὴν Ἑσπέραν ἀπαίρων Κωνστάντιος ἐκεῖσε γὰρ αὐτὸν εἷλκεν ὁ πρὸς Μαγνέντιον πόλεμος) Καίσαρα τῆς Ἑῴας τὸν [*](3/4 vgl. Gregor. Nazianz. Orat. XXI 26. Zonar. XIII 11, 12 S. 56, 3 — 7—16 vgl. Gregor. Naziacz. Orat. IV 23—26. Sozomen. V 2, 10 u. in 1, 20) [*](*10—13 Cass. VI) [*](B HN (n) + GS (s) = r AL (y) FVR (v)) [*](1 τόμοσ —2 ἱστορίας A τόμος τρίτος rLF λόγος y B > VR ι 3 ἁ am Rand HSS ι 4/5 ἀπὸ τῆς ἀσίας εἰσ’ τὴν εὐρώπην n ι ὁ εἰς] ἐπὶ B ι 7 β am Rand Bnj-v ι δέ BL > rAv ι μὲν νέαν ~ s ι μὲν > L ι 9 1 > s ι 10 vor γένει + πρὸ gestrichen A ι 11 vor τοῦ + καὶ v, übergeschrieben Ac, fehlt bei Cass. ι 12 συλλόγοις übergeschrieben Ac ι 14 αὐτοῦ παρατροπὴν προθεώμενοι] προτροπὴν θεόμενοι Β ι 16 τὰ] ταῦτα v ι 17 τοιαῦτα] ἐν τούτοισ A γρ. τοιαῦτα am Rand Ac ι 18 y am Rand y β s ι δὲ übergeschrieben Ac ι ὁ κωνστάντιοσ B ι 19 εἷλκεν] ἦγεν B εἷλκεν Bm)

178
Γάλλον ἀπέφηνεν, εὐσεβῆ τε ὄντα καὶ εἰς τέλος γε διαμείναντα, τὸ μὲν ὀνησιφόρον δέος Ἰουλιανὸς ἐσκέδασε τῆς ψυχῆς, θάρσος δὲ λαβὸν ὡς οὐκ ὤφελε , τῶν βασιλικῶν ἐπεθύμησε σκήπτρων.

οὑ δὴ εἵνεκα τὴν Ἑλλάδα περινοστῶν μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου μαθεῖν ἱμειρόμενος. περιτυγχάνει δὲ ἀνθρώπῳ ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν σηκῶν ἀγαγὼν καὶ εἴσω γενέσθαι τῶν ἀδύτων παρασκευάσας, τοὺς ἀΠατεῶνας ἐκάλεσε δαίμονας.

ἐκείνων δὲ μετὰ τῆς συνῆψ’ φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον τὸ δέος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· οἱ δὲ τοῦ δεσποτικοῦ τροπαίου τὸν τύπον ἰδόντες καὶ τῆς σφετέρας ἥττης ἀναμνησθέντες, φροῦδοι παραυτίκα ἐγένοντο.

συνεὶς δὲ ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ. Ἰουλιανὸς δὲ καὶ τὸ δέος ἐδήλωσε καὶ τοῦ σταυροῦ θαυμάζειν ἔφησε τὴν ἰσχύν· ἀπέδρασαν γὰρ οἱ δαίμονες τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδείν. μὴ δή τοῦτο ὑπολάβῃς, ὦ ἀγαθέ«, ὁ γόης ἔφη, οὐ γὰρ ἔδεισαν, ὥς γε οὐ φῄς, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ᾤχοντό.