Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὕτω βουκολήσας τὸν δείλαιον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε. καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον.

Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν· διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα. πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα· ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο.

[*](5— 18 vgl. Gregor. Nazianz. Orat. IV 55—56 Sozomen. V 2, 5—6)[*](* 3 — 18 Cass. VI 1. Georg. Mon. 535, 13. vgl. Nöldeke, Ein syrischer Zeitschr. der Deut. änd. Gesellsch. 28, 664)[*](B HN (n) + GS (s) = r AL fy) FVR (v) *)[*](2 nach μὲν + δὴ A ι θνησιφόρον y γρ. ὀνησιφόρον Am ι 3 ὤφειλεν B ι ἕνεκα v ι 4 καὶ ryv Georg. > B Gass. ι 6 εἰς τινα — 7 σηκῶν] εἰσ’ εἰδωλικὸν σηκὸν A, den Text bezeugen auch Cass. Georg. ι 8 ἀπαταιαιῶνασ BR ι 13 ἐπεμέμψατο sy Georg. Codd. ENPV ἐμέμψατο Bnv Georg. Codd. BFLR coepit culpare Cass., s. S. 195,22; 219, 14; 245, 7 ι τούτῳ] τοῦτο B τοῦτον Georg. lulianwn Cass. ι 14 τούτου] τοῦτον L, hoc signum Cass. ι 15 ὦγαθέ rL ι 16 rv Cass. ι ἀλλὰ zweimal B ι ἀλλὰ — 17 σοῦ am Rand Ac ι 17 τε ryn Georg. > B ι 20 y am Rand sF ι 22 πρῶτος B ι πρῶτον — 24 μαθήματα Lm ι 24 δὲ > s)
179

εἰ γὰρ καὶ τοῦ ὁμοουσίου τὸ πρόσρημα βουκοληθεὶς ὑπὸ τῶν ἀγόντων αὐτὸν ὁ Κωνστάντιος οὐ προσίετο, τὴν γοῦν τούτου διάνοιαν ἀκραιφνῶς ὡμολόγει. γνήσιον γὰρ υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον τὸν θεὸν λόγον ὠνόμαζε καὶ τοὺς κτίσμα λέγειν τολμῶντας ἄντικρυς ἀπεκήρυττε , τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπηγόρευσε θεραπείαν.

ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἄξιέ ἀξιέπαινον, ἱκανὸν τεκμηριώσαι τὴν περὶ τὰ θεῖα σπουδήν. ἐν γὰρ δὴ τῷ πρὸς Μαγνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἥκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιεμένων καὶ βελῶν καὶ πελτῶν καὶ δοράτων καὶ μὲν δὴ καὶ ξιφῶν καὶ κοπίδων ἐπιφερομένων καὶ τῶν ἄλλῳ, ὀργάνων δι’ ὣν ὁ βίαιος ἐπάγεται θάνατος. »οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν ἧς ὅτι μάλιστα ἐν ἐκείνω τῷ βίω, δεόμεθα. εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω· ἀμυήτοις γὰρ συμπολεμεῖν οὐκ ἀνέξομαι.«

Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.

τούτου δὴ οὖν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιόχειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυ- ύμνητος Ἀθανάσιος. Εὐσέβιος δὲ καὶ Ἱλάριος οἱ ἐκ τῆς Ἰταλίας καὶ Λουκίφερ ὁ Σαρδῶ τὴν νῆσον ποιμαίνειν λαχὼν ἐν τῇ Θηβαίων τῇ πρὸς Αἴγυπτον διῆγον· ἐκεῖ γὰρ αὐτοὺς ὁ Κωνστάντιος ἐξωστράκισεν.

[*](21 vgl. Sozomen. V 5, 1. Socrat. III 1, 48. Philostorg. VI 7. Rufin. H. Ε. X 28 Histor. acephala Arian. 10. Julian. Epist. 26 u. 52 — — S. 180, 2 vgl. Sozomen. V 12, 1. Socrat. III 5)[*](* 1—6 Theophyl. Bulg. Martyr. XV mart. 5 PG 126, 160 C? Niceph. H. Ε. X 1)[*](B HN (n) + GS (s) = r AL (y) FVR (v))[*](2 προείετο B ι 4 γεγενημένον Byv, ν über νη’ geschrieben Ac ι 5/6 ἀπηγόρευσε Br ἀπηγόρευε y ἀπεκήρυττεν v ι 6 καὶ ἕτερον αὐτοῦ ~ B ι 9 συνεβούλευσε τῶν θείων ~ s ι εἶναι λέγων ἄδηλον ἄδηλον ~ n ι 10 ἐν] ἐν τῶ B ι 11 nach βελῶν + καὶ τοξοτῶν (i + καὶ τόξων S ι παλτῶν y, α in ε corr. Ac ι 12 κοπιδῶν B I 13 εἵνεκα Av ι 15 νῦν > n ι 16 συνπολεμεῖν BA ι I 17 ἧ am Rand BryFR γ V ι δὲ] δὴ sv, ἧ auf Rasur Ac > n ι 18 ἐπίδηλον εἶχεν] ἐποίει δῆλον ἔχειν B ι 19 καὶ τὰς — 20 ἐκκλησίας am Rand Ae ι 21 προσέταχεν A ι 22 ἐπανελθεῖν L ι Γᾶ οἱ Bv übergeschrieben Ac ὁ r > y ι 24 σαρδῶ nS σαρδῶ (sic) B ι 25 αἴγυπτον ry αἰγύπτω Bv, vgl. S. 6, 8)
180

οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν ουναγαγεῖν συμφωνίαν.

οὐ γὰρ μόνον αὐτὰς οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον.

Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο· οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ᾿ ἑαυτοὺς ουνηθροίζοντο, καὶ οἱ μετὰ Mελετίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ