Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Εύσέβιος δὲ ὁ θαυμάσιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψήφισμα τὸ κοινὸν πιστευθείς, τῶν συνθηκῶν τὴν παράβασιν θεασαμενος εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν· οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον.

καὶ δῆτα πεισθεὶς ὁ βασιλεὺς άπέστειλέ τινα τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵπποις ἐλαύνειν εἰωθότα καὶ τἀς ἀποκρίσεις ὡς τάχιστα φέροντα. ἐπειδὴ δὲ ἀφίκετο καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν, »οὐκ ἀνέχομαι«, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, [*](9 Gen. 19, 17 — 11—15 Matth. 5, 29. vgl. 18, 8 — 17 oben S. 171, 12) [*](* 17—S. S. 174, 14 Cass. V 49 — — S. 174, 12 Polydeukes 854, 19) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z Τ) [*](1 ἡθροίζετο BT conveniebat Cass. ἠθροίζοντο die übr. HSS ι nach ἠθροίζετο + καὶ αὐτὸ δὲ εἰσ δύο μεμέριστο. οἱ γὰρ εὐσταθιανοὶ εἰ καὶ ἓν ἐφρόνουν μετὰ τῶν κατὰ μελέτιον ἀλλ’ οὐκ ἐκοινώνουν αὐτοῖσ’· ἐπεὶ ὁ μέγας μέγασ ὡς ἀρειανὸσ σχεδὸν ὑπ’ αὐτῶν προβέβλητο Τ* ι 2 γε > B ι 3 ἀν////εχίνεβιθ A ι 4 εἰδον, ὂν auf Rasur A ι 5 αὐξομένην n αὐξουμένην G ι 6 πολεμωμένουσ T ι 12 τὰυτὰ n τὰ αὐτὰ Sv idem Cass. ταῦτα BAGLT ι 15 ἡ μὲν: λγ am Rand HSS ι 17 ὁ2 As ι 19 ἐγχειρισμένην A ι ἔγγραπτον RA ἐγ auf Rasur Ac) ἔγγραφον V ἄγραπτον F ι 21 καὶ δῆτα] εἶτα Τ ι δῆτα] δι’ ty ι ὁ > A ι τινα] τινας Τ τινα τῶν εἰωθότων V ι 22 ἐλαύνειν] ἐλᾶν AL ι εἰωθότας F ασ aus α corr. Ac > V ι 23 φέροντας F σ übergeschrieben Ac φέρεν V, den Singular bezeugt Cass. ι ἐπειδὴ] ἐπεὶ B ι nach παρὰ + τοῦ B ι Α ἀπήγγειλεν BnGvT nuntiasset Cass. ἀπήγγελλεν SL ἀπέγγελλεν A)

174
κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἂν ἅπαντες οἱ δεδωκότες κατὰ ταὐτὸν γένοιντο«.

ταῦτα ὁ μὲν ἀπήγγειλε τῷ πεπομφότι· ὁ δὲ τῷ θυμῷ ξέσας ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν, καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιάν εἰ μὴ δοίη τὸ ψήφισμα. ταῦτα μέντοι δεδιττόμενος ἔγραψε· τῶ, γὰρ κομίζοντι τὴν ἐπιστολὴν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι.

ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προύθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν τὸ γὰρ ψηφισμα«, ἔφη, »οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ«.

ταύτην αὐτοῦ τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος καὶ τότε ἠγάσθη καὶ διετέλει θαυμάζων. θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντιπάλων πλεονεκτήματα , ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀναγκαζόμενοι.

Κατὰ τοῦτον τὸν χρόνον ὁ Κωνστάντιος πυθόμενος ὡς Ἰουλιανός, ὃν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφίεται καὶ κατὰ τοῦ τετιμηκότος στρατιὰν συναγείρει ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν. οὐ γὰρ εἶχεν ἐπίκουρον ὃν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον. οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν.

[*](15—18 vgl. Rufin. H. E. X 27. Socrat. ιι 47. Sozomen. V 1, G. Philostorg. VI)[*](* 4—10 Synax. 763, 10)[*](B A HN (n) + GS (s) = r L + FVR (v) = z Τ [bis 14])[*](1 ἂν > sv ι πάντες BT ι 2 κατὰ τὰυτὸν AHSz κατὰ ταυτὸ B κατ’ αὐτὸν NGT ι ὁ1 > s ι ἀπήγγειλαν s, renuntiasset Cass. ι 4 ὡσπερ ἔταξεν Α ι τὴν χεῖρα αὐτοῦ ~ Τ ι 5 μὴ δώῃ v μὴ δοῖεν A, reddere nollet Cass. ι μέντοι] μὲν οὑν B ι δεδειττόμενοσ AG ι 6 ἐπειδὴ] ἐπεὶ B ι 7 ἀναπτύξας] ἀνοίξας s ι ἀναπτύξας nach ἐκεῖνος ~ B ι vor ὁ + τὴν Α ι εἶδεν, εἶ aus η corr. Ae εἰ auf Rasur B ι 9 τέμνειν Τ ι τῶ χεῖρε τεμεῖν ~ A ι 10 μοχθηρίας] μανίασ s, pestis Cass. ι 15 χρόνον] καιρὸν rv ι ὡς] ὅτι B ι 11 ἀγείρει BL I 18 συριακῆσ AL ι 20 ἕνεκα B ι ὠλοφύρατο AL)