Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἷον γάρ τινι στάθμῃ τῇ ἀληθείᾳ χρησάμενος, καὶ τὸ περιττὸν καὶ τὸ ἐλλεῖπον διέφυγεν. εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθοις καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν καὶ τὸν ἕνα καταλιπών, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν· τρία τὰ νοούμενα, ὡς ἑνὶ δὲ διαλεγόμεθα«.

Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν ᾖ ψυχῇ φέροντες τἀς γλώττας ἐκίνησαν καὶ συκοφαντίαν ἐξύφηναν τὰ Σαβελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον·

καὶ ἔπεισάν γε τὸν εὔριπον ἐκεῖνον καὶ τῇδε κἀκεῖσε ῥᾳδίως φερόμενον καὶ παρεσκεύασαν εἰς τὴν οἰκείαν ἐξοστρακίσαι πατρίδα. καὶ παραυτίκα Εύζώϊον ἀντ’ ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον· οὑν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον ὁ μέγας Ἀλέξανδρος ἀπεκήρυξεν.

εὐθὺς δὴ οὑν τὸ ὑγιαῖνον πλῆθος τῶν τὴν νόσον εἰσδεδεγμένων ἀποκριθὲν εἰς τὴν ἀποστολικὴν ἐκκλησίαν τὴν ἐν τῇ καλου- [*](10/11 Tgl. Sozomeu. IV 28, 7 — —19 vgl. Philostorg. V 5 — — S. 173, 1 vgl. Socrat. II 44, 6. Sozomen. IV 28, 9—10 — 20/21 ob. S. 25, 8) [*](* — S. 173, 15 Cass. V 48 — 15—21 Polydeakes 354, 14) [*](B A HN (n) + GS (s) = r L + FVR(v) = z Τ) [*](2 nach ἔσεσθαι + ταύτῃ übergeschrieben AcRc ι ὑπολαβών A ι 3 ἐξέμεσε T ἐξόσμησεν B ι δυσοσμίαν = fetorem Cass.] δυσωδίαν Τ ι 4 προσήνεγκε BArz προήνεγκε Τ proferre Cass. ι 5 ἀκρεφνῆ B ι 10 αὐτοῖς = eis Cass.] αὐτὸς B ι 11 nach ὑποδείξας + πόλιν ὡς καὶ ἐν τῆ ἐκκλησία Τ, fehlt bei Cass. ι 14 nach ταύτης + γὰρ übergeschrieben Ae, fehlt bei Cass. ι ἐν τῇ N ι 15 φέροντες] περιφέροντες περὶ auf Rasur Ae) A προφέροντες L μετειληχότεσ N γρ. ἐν τῆ ψυχὴ φέροντες Nm ι ἐκίνησαν] ἠκόνησαν H calumniae lingnas exacuerunt Cass., vgl. Psal. 140, 4 ι ἐξύφαναν AL ι 16 εἰρηκότες τὸν θεῖον φρονεῖν μελέτιον Τ ι γε auf Rasur A τε Τ ι 17 εὕριππον T ι περιφερόμενον B ι 19 προυβάλλοντο AG προβάλλονται Τ ι 21 οὖν] γοῦν AL ι τοῦ — 22 εἰσδεδεγμένου AL, ab hacreticis Cass. ι 22 εἰς τὴν > B)

173
μένῃ Παλαιᾷ διακειμένην ἠθροίζετο. τριάκοντα μὲν γὰρ ἔτη μετά γε τὰς κατ’ Εὐσταθίου τοῦ πανευφήμου γεγενημένας ἐπιβουλὰς διετέλεσαν τῆς Ἀρειανικῆς ἀνεχόμενοι βδελυρίας καὶ χρηστήν τινα μεταβολὴν προσδεχόμενοι.

ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ’ αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προστάτην ἀντ’ ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτἀνεμνήσθησαν εἰρημένων »σώζων σῶξε τὴν σεαυτοῦ ψυχην«, πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύουσιν »εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ‘.

ταὐτὰ δὲ καὶ περὶ χειρὸς καὶ ποδὸς ὁ δεσπότης ἐνομοθέτησε καὶ προστέθεικε· »συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν«. ἡ μὲν οὖν τῆς ἐκκλησίας διαίρεσις τοῦτον [*](λγ΄]) τον τρόπον ἐγένετο.