Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τότε δὴ οὖν οἱ συνεληλυθότες ἐπίσκοποι (πολλοὶ δὲ ὄαν πάντοθεν συνειλεγμένοι) χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, εἶθ’ οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ τῶν δογμάτων βουλεύσασθαι.

Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος ὁ θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας *[*]( 11—20 Cass. V46 — — S. 171, 4 Cass. V 47 — — S. 171 Polydeukes 354, 3) [*](B A HN (n) + GS (s) = r L + FV (v) = z T) [*](1 σφίσιν] σφήν B I 2 σκνειπῶν B σκνηπῶν T ι 3 προνομαίας SLV προνομιασ A προνομέασ nGFT προνομιαίασ B ι ἐπλήρου BAL ἐπλήρουν rvT implevermit Cass. ι δὲ auf Rasur A τε v > B ι 6 καὶ2 > n ι τε > BFT ι συνέχεαν B confuderunt Cass. συνέχεον ArzT ι 1 1 am Rand λβ Arz ι Κατὰ > B ι χρόνον BALT καιρὸν rv ι 12/13 πολέμου παυσαμένου ὁδ’ AL = Cass. ι 13 nach πάλιν + οἱ τοῦ ἀρειανικοῦ δόγματος προιστάμενοι ἔπεισαν αὐτὸν καἰ T*, Cass. wie im Text ι nach συνήθροισε + καὶ Τ* ι Λαὶ > Τ* ι 14 ἀναγκάζων] ἀναγκάζον vor 13 καὶ τὸ ~ B ἠνάγκαζον Τ* > N ι δὲ = verum Cass.] τε Τ I 15 ἐκεῖνον nach θρόνον ~ T > s ι 17 δὴ οὑν] δὴ A οὑν L, ergp Cass. ι 17/18 συνελθόντες Τ ι 18 συνειλεγμένοι] συνηγμένοι A ι 19 nach προβληθῆναι + ἕτερον Τ, Cass. wie im Text ι πρότερον] πρῶτον s ι πρότερον προβληθῆναι ~ B ι νομέα) ποιμένα B ι nach οὕτω + δὲ B ι 22 nach ἰθύνων + τοῦ νόμου (sic) σεβάστειαν Τ* aus Socr. 11 44, 1, fehlt bei Cass.)

171
ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων.

τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξήι- τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας. πάντα γὰρ νόμον παρέβαινον ἀδεῶς, κρατῦναι πειρώμενοι τὴν ἀσέβειαν, καὶ τῶν θεσμῶν ἡ παράβασις ὑποβάθρα τῖς βλασφημίας ἐγίνετο. πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν.

οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ τὴν ἐν τοῖς δόγμασιν εἰδότες καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο καὶ τὸ ψήφισμα γραφῆναι καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν.

τοῦτο δέ γε καὶ οὗτοι κἀκεῖνοι οἶόν τινα συνθήκην κοινὴν Εὐσεβίῳ τῷ Σαμοσάτων ἐπισκόπῳ φυλάττειν ἔδοσαν, ἀνδρὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ. ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωσύνης μετειληχότες, ὑπήντησαν δὲ καὶ οἱ ἄλλοι τῆς ἐκκλησίας χοροὶ καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος· παρῆσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὸν πολυθρύλητον ἰδεῖν Μελέτιον ἱμειρομενοι.

Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις οἳ λέγειν ἠδύναντο τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ παρηγγύησεν ἀναπτύξαι τῷ πλήθει· τοὺς δὲ γράφειν εἰς τάχος πεπαιδευ- [*](1—3 vgl. Sozomen. IV 28, 3. Philostorg. V 1 — 4 vgl. Can. Nicaen. Rufin. H. E. X 25, 989, 11 —12 — 14—18 vgl. Sozomen. IV 28, 5. Synax. 459, 28 20 Prov. 8, 22 — 20/21 u. S. 172, 6—9 vgl. Epiphan. Haeres. 73, 28—33) [*](*6 —S. 172, 13 Cass. V 47 — —13 Polydeukes 354, 6) [*](B A HN (n) + GS (s) = r L + FVR [R von 9 συνεψηφίσαντο an] (v) = z T [bis 13 ἀγωνιστῇ und von 20 παρηγγύησεν an]) [*](1 nach διατρίβων + ὡσ δὲ λόγος φέρεται εἰσ’ βέρροιαν μετῆλθε T* aus Socr. 1144,2, fehlt bei Cass. ι ὐποτοπήσαντεσ BALT ὑπονοήσαντες rv Cod. Polyd. τῶν] τὸν A ι ἐξῄτησαν ἐξῄτησαν τὸν] ἐξῃτήσαντο B 1 3 ἐκκλησίας = Cass. > v ι 6 ἐνεόχμωσαν BHL ένεόχμασαν A ἐνεώχμησαν T ἐνέχμασαν N ἐνεκόμασαν (κω V, μῶ 6) SV I 7 δογμάτων ἀντεχόμενοι ~ A ι 8 εἰδόντεσ B ι τὴν > B τὸ > V ι ὑπογραφῆναι ἐπιγραφῆναι s ι 11 παρεσκευάσαντο B ι γε > B ι 12 κοινὴν] καινὴν v τινὰ sic T ι 13 ἐπειδὴ] ἐπεὶ s ι 14 /15 μὲν ἅπαντες > s 15 ἱερωσύνησ B ι 16 πᾶν B ι 17 18 ἱμειρόμενοι Μελέτιον ~ s ι 20/21 παρεγγύησεν AT ι 21 τοὺς δὲ] Λαί τοὺς auf Rasur Ac und, καὶ übergeschrieben, VcRc τοὺς v ι 21 f πεπαιδευμένους εἰς τάχος ~ rv εἴσ ταγὸς πεπαιδευμένουσ β, α von Ac) A)

172
μένους γράψαι προσέταξε τὰ παρ’ ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι τὴν διδασκαλίαν ὑπολαβών.

καὶ πρῶτος μὲν ὁ Λαοδικείας Γεώργιος τὴν αἱρετικὴν ἐξήμεσε δυσοσμίαν· μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν· τρίτος ὁ μέγας ἀνέστη Μελέτιος καὶ τοῦ ἦς θεολογίας κανόνος ὑπέδειξε τὴν εὐθύτητα.