Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ’ αὐτῶν εἰρημένα καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα καὶ τὸν θεὸν ἴφη τῶν Ῥωμαίων ὑπερμαχεῖν. καὶ δυσχεράνας ὁ δείλαιος βέλος ἀφῆκεν εἰς τὸν ἀέρα εἰδὼς μὲν ὡς οὐ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών.

Τότε Ἐφραὶμ ὁ θαυμάσιος συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ’ αὐτῶν ἀφιέναι τὰ βέλη.

ἄξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος ἀνέβη μὲν εἴς τίνα πύργον· τὸ δὲ μυρίον πλῆθος ἰδών, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀράν, σκνίπας δὲ αὐτοῖς τοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν [*](B A HN(n) + GS(s) = r L + FV (v) = z Τ) [*](1 τοῦ ἄστεος λοπὸν ~ Nsv ι ἄστεωσ B ι περιέσεσθαι BrvTAc περιγενέσθαι γενέσθαι AL ι 2 τέρμα Β ι διαυανθῆναι ALT διαυγανθῆναι B διαξηρανθῆναι Nsv ξηρανθῆναι Η austrocknen Σ purtjaretur Cass. ι 3 προσβαλὼν = Σ] βαλὼν B προλαβὼν A, nicht übersetzt von Cass. ι 4 εἰς τὴν πόλιν = Cass. Σ > AL ι 5 καὶ μάταιον — γεγενημένον = Σ rT Cass. ι 10 κύριον τῶι ὅλων Σ θεὸν AL ι σαβόρην s σαβώριον B ι 11 τὸ vor 10 τῆς ~ B ι 13 vor αἴγλην + τὴν v übergeschrieben Ac ι 14 τὸν ῥωμαίων βασιλέα nv ι 15 ἀπάγγελκόσιν κὸσιν A ι nach ἐκείνων + ὡς B ι 21 θαυμάσιος = Cass. Σ] μακάριος T ι 21/22 παρὰ Σιροῖς ἐγένετο = Cass. Σ > Τ ι 23 κατ’ αὐτῶν = Cass. Σ > T ι ἀφεῖναι A ι 24 δὴ] δὲ N > Hsv ι 25 μυρίων Τ ι σκνείπασ B σκνήπασ Τ ι 26 ἐκπεμφθῆναι S ἐξεπεμφθῆναι G ι κώπασ B κώνοπασ AG ι καἲ > TCass. Σ ι σμικρῶν s)

170
ζωϋφίων τοῦ ἐπαρκοῦντος ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν.

εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλεφάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵππων καὶ τῶν ἄλλων κτηνῶν ἆ τε ὤτα καὶ τὰς ῥῖνας.

οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρφηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος. οὕτως ὁ τρισάθλιος βασιλεύς, τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσεβούντων προμηθουμένου θεοῦ μεμαθηκὼς τὴν ἰσχύν, ἀνέζευξεν ἐκεῖθεν, αἰσχύνην οὐ νίκην ἐκ τῆς πολιορκίας δρεψάμενος.

[*]([λβ΄])

Κατὰ τοῦτον δὲ τὸν χρόνον ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διέτριβε. τῆς δὲ ἀνακωχῆς γενομένης καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν, ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων καὶ τὸ ἑτεροούσιον. Εὐδοξίου δὲ μετὰ Λεόντιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, ἡ Άντιοχέων ἐκκλησία ποιμένος ἐστέρητο.