Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δέ, καὶ τὸν Κύριλλον αἰδούμενος καὶ τὸ πλῆθος ὑφορώμενος ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας άπήλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας.

ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασίλειον καὶ Εὐστάθιον καὶ Σιλβανὸν καὶ τοῖς λοιποῖς ὁ Κύριλλος τοῦ συνεδρίου. δρίου. ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνεληλυθότας ἐπισκόπους πεντήκοντα δὲ ἤσαν καὶ ἑκατόν), ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον.

καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν καὶ τὴν κατ’ αὐτὸν ἐξετάσειν ὑπόθεσιν.

ἐπειδὴ δὲ οὐκ εἶξε, καταλιπὼν μὲν αὐτοὺς Ἀκάκιος ἐξελήλυθεν, Εὐδοξίῳ δὲ συγγενόμενος τὸ μὲν ἐγκείμενον ἐξήλασε δέος, θάρσος δὲ ἐνέθηκε συνήγορος αὐτοῦ καὶ συναγωνιστὴς ὑποσχόμενος ἔσεσθαι. καὶ εἰς μὲν τὸ συνέδριον εἰσελθεῖν διεκώλυσε, τὴν δὲ Κωνσταντινούπολιν σὺν ἐκείνῳ κατέλαβε.

Κωνστάντιος γὰρ ἀπὸ τῆς Ἑσπέρας ἐπανελθὼν ἐν ταύτῃ διέτριβε. πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας ἐπ’ ὀλέθρῳ καὶ λύμῃ τῶν ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν. οὐχ ἥκιστα δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ἃ κατὰ τοῦ Κυρίλλου συντέθεικε. [*](18—22 vgl. Sozomen. IV 23, 1. Socrat. II 41 * 22—S. 159, 7 Cass. V B A HN (n) + GS (s) = r L + FV(v) = z T 1 χρόνον] καιρὸν AL ι 3 τοῦ] τὴν L > GT ι 3/4 καὶ τὸ πλῆθος ὑφορώμενοσ Am ι 7 τοῖσ’ λοιποῖς NSvTAc τοὺς λοιποὺς BAHGL ι ὁ > n 8 nach συνεδρίου τι καὶ τῶν βουλευμάτων expungiert A ι 9 πεντήκοντα — ἑκατόν > T, ἑκατὸν ἑξήκοντα Athan. De synod, 12, Socr. II 39, 5, Sozom. IV 22, 1 aber 150 auch Michael Syr. VIl 4 S. 274 ι 13/14 καὶ τὴν κατ’ αὐτὸν nSvT καὶ τὴν κατ’ αὐτῶν BAmG > L ι 14 ἐξετάσειν ὑπόθεσιν B ἐξετάζειν ὑπόθεσιν rv ὑπόθεσιν ἐξετάζειν A ὑπόθεσιν ἐξετάζειν L ἐξέτασιν ποιήσασθαι Τ ι ἐπειδὴ] ἐπεὶ n I 17 ὑπισχνούμενοσ n ι μὲν > T ι εἰσελθεῖν ἱν BArT εἰσελθεῖν αὐτὸν z und, αὐτὸν am Rand, Ac ι 18 τὴν δὲ — 22 συγκροτούμενον > T* ι 19 κη am Rand ALF ι ἐνταύτηι, τηι auf Rasur Ac ἐνταῦθα L ι 20 πολλὰ: κὴ am Rand B ι δὲ > B ι 23 τοῦ > T ι συντέθηκεν BT συντέθεικαν F συντέθεικε ///, ε aus α corr , V)

159
τὴν γὰρ ἱερὰν στολήν,

ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκείνης ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπιτελῇ λειτουργίαν (ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρακέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυγιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι. »τοῦτον«, ἔφη »κοινωνον ἔχοντες κρίνειν τοῖς ἄλλοις καὶ δικάζειν ἐπιχειροῦσι«.

Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες πείθουσι τὸν βασιλέα μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν), ἀλλὰ δέκα τοὺς ἡγουμένους.

ἐν τούτοις Εὐστάθιος ἦν ὁ Ἀρμένιος καὶ Βασίλειος ὁ Γαλάτης καὶ Σιλβανὸς ὁ Ταρσοῦ καὶ Ἐλεύσιος ὁ Κυζίκου. οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα τὴν Εὐδοξίου βλασφημίαν τε καὶ παρανομίαν ἐξελεγχθῆναι. ὁ δὲ παρὰ τῶν τἀναντία φρονούντων διδασκόμενος ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἴθ’ οὕτω τὰ κατ’ ἐκεῖνον ἐξετασθῆναι.

τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαρρήσαντος καὶ οὑν παρρησίᾳ τὸν βασιλέα διελέγξαντος ὡς τοῖς ἀποστολικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆσαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς ἐκκλησίαις γιγνόμενον. παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως, »ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ,« ὁ ὁ Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ μονογενοῦς βλασφημίας ὑπὸ Εὐδοξίου τετολμημένας«.