Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ἅμα λέγων ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι [*](1 — 7 vgl. Sozomen. IV 25, 3 — 4) [*](* 1—6 Nicetas Thesaur. V 15 PG 139, 1375 D — — S. 160, 7 Cass. V 42) [*](B A HN (n) + GS (s) = r L + FV (v) = z Τ) [*](2 ἐδεδώκει BT /// δεδώκει A δεδώκει L dederat Cass, δέδωκε rv | τώ μακαρίω A | 2/3 ἐκείνης AnT illius Cass. > Bsz | 3/4 ἐπιτε B ἐπιτελεῖ ANGvT 5 τινὰ] τινὶ B | ἐπὶ= Sozom.] ἀπὸ L ἐπὶ Ac | 6 περιβάλλεσθαι AT | πεσεῖν καὶ > T | 9 τῶν βασιλείων τήνα ἀφορμὴν A | οἱ τῶν βασιλείων προστατεύοντες τὴν ἀφορμὴν ~ L | τὴν > s | 10 ἐδεδείεσαν BAG | 11 ἀλλὰ] ἀλλ’ ἀνὰ Τ | δέκα] δὲ καὶ L | 12 ὁ1 > ALT, übergeschrieben Ac | 13 παραγενάμενοι B, ὁ aus ἁ covr. Ac > T | 14/15 ἐξενεχθῆναι T | 15 nach τῶν + ἄλλων H | φρονούντων BT] πεφρονηκότων Asz > n | 19 ἐπιβουλεύσαντα B ἐπιβουλεύοντα ον auf Rasur Ac) A | μὲν > s | 22 βούλει διακριθῆναι ~ B βούλει A in βούλη corr. Ac | βασιλεῦ Am)

160
καὶ ταῦτα προσέκειτο· »τὰ ἀνομοίως προφερόμενα ἀνόμοια κατὰ τὶν οὐσίαν ἐστίν· εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εῖς κύριος Ἰησοῦς Χριστὸς δι’ οἱ τὰ πάντα· ἀνόμοιον δὲ τὸ ἐξ οὗ τῷ δι’ οὗ· ἀνόμοιος ἄρα ὁ υἱὸς τῷ θεῷ καὶ πατρί«.

ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν· ὁ δὲ ἠρνήθη παραυτίκα καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἴφη.

Ἀέτιος δὲ αὐτὸς ἢν ὃν πάλαι μὲν Λεόντιος τὰς Φλαβιανοῦ καὶ Διοδώρ.ου κατηγορίας δεδιξάμενος τῆς διακονίας ἐγύμνωσε, Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων καὶ τῶν ἀνοσίων ἐγχειρημάτων·

τότε μέντοι μετ’ Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων· καὶ τὸν Εὐδόξιον εὑρὼν καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβὴν καὶ σὺν Εὐνομίῳ ταῖς ἐκείνου προσηλώθη στιβάσι· τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον νῦν δὲ παρ’ ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γαστριζόμενος.

τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον καὶ εἰσεληλυθότι τὴν ἔκθεσιν ἐκείνην ὑπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους.

ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐχ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, [*](17—19 vgl. Philostorg. ιιι15. Suidas Ἀέτιος — 19 ff vgl. Philostorg. IV 12) [*](* 19—S. 162, 24 Cass. V 42 (sehr abgekürzt)) [*](B A HN (n) + GS (s) = r L + FVR [R von 2 Ἰησοῦς an] v) = z Τ) [*](1 προέκειτο T I προφερόμενα rzT quae . . . proferuntur Cass. προσφερόμενα BA | 3 Χριστὸς = Cass. > T | 14 τῷ θεῷ καὶ πατρί] τῶ πατρί VR, deo patri Cass. 4/5 τὴν ἔκθεσιν κελεύσας ~ s | 5 καὶ σφόδρα χαλεπήνας am Rand Ac | 6 συγγέγραφεν A | 7 ἔφησεν n | 8 αὐτὸσ BALT οὗτος υν | nach τὰς + παρὰ B | 9 δεδιξάμενος Christoph. δεδειξάμενοσ AL δεξάμενοσ BrvT, vgl. S. 154, 9 | δεξάμενος κατηγορίας ~ T | 10 καὶ > v, gestrichen A | 10/11 ῥημάτων καὶ τῶν ἀνοσίων > B | 11 ἀνοσίων] ἀνοσιουργῶν A | nach ἀνοσίων + ῥημάτων gestrichen Τ | 12 δὴ] ἤδη B > T | 15 καὶ2] τῆ Τ | 16 προετίμησε rv | 17 προσηλωθεὶς R, εἰσ’ auf Rasur Ac | 18 φοιτῶν τε] τρυφῶν Τ | 19 ὁ > AL | τε BAL > rvT | 20 τὸν > B | εἰσεληλυθότι BAT εἰσεληλυθότοσ rzAc | ὑπέδειξεν BT ἐπέδειξε Arz | 21 τετοκὼς εἴη ἐκείνοις B | 22 πάμπαν] εἰσ’ ἅπαν T ι πείσεως, εἰσ’ corr. Ac | 23 δὲ] τε Τ)

161
ἴφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ.

ὁ δὲ βασιλεὺς τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον ἦς Φρυγίας ἀπαχθῆναι κελεύσας.

Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν ἐξεβλήθη τῶν βασιλείων. Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη φρονεῖν· σύνοικον γὰρ αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι. καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις τὸ μηδένα ἕτερον ἀλλ’ αὐτὸν εἰρηκέναι Ἀετίου εἶναι τὴν ἔκθεσιν.

ἀλλ’ οὐ χρὴ τοπάζοντας τοὺς δικάζοντας κρίνειν«, ὁ βασιλεὺς ἔφη, »τὰ δὲ πεπραγμένα σὺν ἀκριβείᾳ ζητεῖν.« »οὐκοῦν«, ἔφη ὁ Εὐστάθιος, »πεισάτω πάντας ἡμᾶς μὴ ταῦτα φρονεῖν ὁ Εύδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα.«