Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ταῦτα μαθὼν ὁ Κωνστάντιος Ἀντιοχεῦσι μὲν ἐπέστειλεν ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν)· Εὐδόξιον δὲ τῆς μὲν πόλεως δοῦναι δὲ δίκας ὤν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον. τὴν δὲ Νικαίαν αὐτὸς Εὐδόξιος ἀφορίσαι τῷ συνεδρίῳ τοὺς τὰ βασίλεια πεπιστευμένοις οἰκονομεῖν ἔπεισεν.

ἀλλ’ ὁ τῶν ὅλων πρύτανις τὰ ἐσόμενα ἐπιστάνενος ὡς ἤδη γεγενημένα, σεισμῷ τινι παραδόξῳ κεκώλυκε τὸ συνέδριον· δριον· τὰ γὰρ πλεῖστα τῆς πόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκε καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε.

τοῦτο μεμαθηκότες οἱ συνελθόντες καὶ κομιδῇ δείσαντες, εἰς τὰς οἰκείας ἐκκλησίας ἀνέστρεψαν. τῆς δὲ τοῦ θεοῦ σοφίας ἡγοῦμαι τοῦτο μηχάνημα. ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζόμενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας [*](1 vgl. Psal. 79, 14 — —5 vgl. Sozomen. IV 12, 5. Theodoret. Haeret. Fabul. IV 2 — —13 vgl. Philostorg. IV 6 und 8 — 8/9 vgl. Sozomen. IV 13, 4f — 14—16 vgl. Sozomen. IV 14 — 17/18 vgl. Philostorg. IV 11. Socrat. II 39, 3 Sozomen. IV 16, 1 u. 16 — 21/22 vgl. Sozomen. IV 16, 3 u. 18) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z Τ [bis 17 ἔδρασεν]) [*](8 καὶ λύτταν nach μεμαθηκότες ~ z, Cass. wie im Text ι 12 οὗτοι ἦσαν ~ B ι ὅσης As ι 13 ἀπέλαυον z ι 14 κς am Rand HSS ι 15 τὴν ausradiert A ι 16 δὲ τῆς μὲν] μὲν τῆσ B ι 18 τὴν σύνοδον παρεγγυήσασ A ι 20/21 ὥς ἤδη γεγενημένα ἐπιστάμενος A ι 23 24 συνελθόντες (ελθόν auf Rasur Ac) A B, qui convenerant Cass. ι 25 τοῦτο] τοῦτο τὸ B ι 27 > L ι 28 τοῖς] τῆς A I θειασότεσ A ι 28f ἐξαπάτης nach ἐγίνετο ~ n)

157
ταὐτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους. ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.

Χρόνου δὲ διελθόντος ὑπὸ τῶν Εύδοξίου κατηγόρων ὑπομνησθεὶς [*](4) [*]([χζ']) ὁ Κωνστάντιος εἰς Σελεύκειαν τὴν σύνοδον γενέσθαι προσέταξε· πόλις δὲ αὕτη τῆς Ἰσαυρίας πρὸς τῇ θαλάττῃ κειμένη καὶ τῶν ὁμοφύλων πόλεων ἡγουμένη. εἰς ταύτην ἀθροισθῆναι τοὺς τῆς Κώας ἐπισκόπους καὶ μὲν δὴ καὶ τοὺς τῆς Ποντικῆς καὶ τοὺς τῆς Ἀσιανῆς παρηγγύησε.

κατὰ τοῦτον δὲ τὸν καιρὸν Καισαρείας μὲν τῆς Παλαιστίνων μητροπόλεως Ἀκάκιος ἡγεῖτο, διαδεξάμενος τὸν Εὐσέβιον. τοῦτον δὲ τὸν Ἀκάκιον ἡ ἐν τῇ Σαρδικῇ σύνοδος ἀπεκήρυξεν, ἀλλὰ τὴν ἐξενεχθεῖσαν οὐκ ἐδέξατο ψῆφον τοσούτου πλήθους ἀρχιερέων καταφρονήσας.