Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Γερμανίκεια πόλις ἐστὶν ἐν μεθορίῳ τῆς Κιλίκων καὶ Σύρων καὶ Καππαδοκῶν κειμένη, εἰς δὲ τὴν Εὐφρατησίαν καλουμένην ἐπαρχίαν τελεῖ τῆσδε τῆς ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόντιον τεθνηκέναι μαθών κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ —20 Psal. 82, —5 — —24 vgl. Socrat. 11 —9. Philostorg. IV 4

[*](* — S. 157, 3 Cass. V 33)[*](B Α HN (nj + GS (s) = r L + FVR (v) = z T)[*](1 συνεραστὰς ALT ἐραστάς rv amatores suos Cass. συνεργάτασ B ι 2 ἀγαθὸν BrvT ἅγιον AL > Cass. ι παρηγγύοντεσ T ι 4 φλαβίτου B //// λακίτου A ι 5 βδελυρίαν] πονηρίαν L ι διαφθορὰν] διαφορὰν A ι 6 βίον ἠσπάζοντο ~ L ι 7 ἐγκατέλεγε A ἐγκατελέγετο B ι τοῖς > nG [8 τῶν τε AT ef Cass. τῶν δὲ BNszAc καὶ τῶν H ι 9 κατέλιπε Az deseruit Cass. ι 10 λύμης] πλάνησ B ι μετειληφότασ T ι 12 προφέροντες s ι γυμνοῖν B ι 13 πλάκιτοσ in φλάκιτοσ corr. Ac flacitas Cass. Codd. LP ι 15/16 λέγειν γὰρ ~ T ι ἁγίων = Psal.] ὁσίων Τ ι εἶπαν nG ι 19ι 20 τὸ ὄνομα = Psal.] τοῦ n ι ἡμεῖς — συγγράψωμεν] τὰ δὲ λοιπὰ τῆς ἱστορίας συγγράψω Τ* ι συγγράψωμεν Bz συνεγράψωμεν G ad reliqua reniamus Cass. συγγράψομεν nS und, ο auf Rasur, A ι 21 κε am Rand HSS ι 24 μὲν > s)
156

τὴν προεδρίαν , συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον.

οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνεκαλυπτεν, ἀλλ’ ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογμάτων καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς.

κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος, Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν. οὑτοι τὴν Εὐδοξίου παρανομίαν καὶ λύτταν μεμαθηκότες Κωνσταντίῳ τῷ βασιλεῖ τὰ τολμηθέντα διὰ γραμμάτων ἐδήλωσαν.

ἔτι δὲ οὗτος ἐν τῶ πρὸς δυόμενον ἥλιον διέτριβε τμήματι, τὴν παρὰ τῶν τυράννων γεγενημένην βλάβην ἰώμενος μετὰ τὴν ἐκείνων ἀναίρεσιν. συνήθεις δὲ ἤσαν οὗτοι τῷ βασιλεῖ καὶ πλείστης ὅσης διὰ τὴν ἀξιέπαινον βιοτὴν ἀπήλαυον παρρησίας.