Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τῶν δέ γε Ἱεροσολύμων μετὰ Μακάριον ἐκεῖνον, οὗ πολλάκις ἐμνήσθην, Μάξιμος τὴν παρέλαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι· τόν τε γὰρ δεξιὸν ὀφθαλμὸν ἀφῄρητο καὶ τῆς ἀγκύλης ἐστέρητο τῆς δεξιὰς. τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκοπικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερμαχῶν. μαχῶν οὑτοι πρὸς ἀλλήλους περὶ πρωτείων φιλονεικοῦντες μεγίστων κακῶν τοῖς κοινοῖς ἐγένοντο πρόξενοι.

ὁ μὲν γὰρ Ἀκάκιος μικράς τινας εὑρὼν ἀφορμὰς καθεῖλε τὸν Κύριλλον καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν. ὁ δὲ Κύριλλος τὴν μὲν Ἀντιόχειαν παρελήλυθε ποιμένος αὐτὴν ἐστερημένην εὑρών, εἰς δὲ Ταρσὸν ἀφικόμενος τῷ θαυμασίῳ συνῆν [*](1—3 vgl. Socrat. II 37, 90. Sozomen. IV 19, 8 — 16/17 vgl.Rufin. H. E. Sozomen. 1 10, 2. IV 20, 1. Socrat. ιι 38, 2 — 19—22 vgl. Sozomen. IV 25, 2—3) [*](* 17— S. 158, 1 Synax. 545, 6 — 20— S. 158, 1 Polydeukes 348, 20) [*](B A HN (n) + GS (s) = r L + FVR [R bis 1 κεχρη] (v) = z Τ [von 9 κατὰ an]) [*](1 ταὐτότης ἐγίνετο] ταύτης ἐγένετο L ι ἤμελλον AL ι τοὺς ἁπλοῖς] τοῖσ’ ἀπαλοῖσ’ B, simpliciores Cass. ι 2 παλαιὰν] μαλακίαν B, veterem Cass. ι nach ἐκείνην Raum von 2 Buchstaben A ι 3 προσφέροντες AF, proferentes Cass. ι 4 κζ am Rand HSS ι 5 ὁ > B ι 6 διακειμένη L ι 7 πόλεων Am ι 8 ποντηκῆσ B ι Ποντικῆς und 9 Ἀσιανῆς ~ sv ι 9 Ἀσιανῆς] ἀσίας B ι παρεγγύησε A παρεγγύησεν B ι κατὰ γὰρ τὸν αὐτὸν καιρὸν Τ* ι 10 παλαιστινῶν BcAc ι τὸν > Τ ι H τῆ BnGv > ASLT ι συναθροισθεῖσα am Rand Ac συνελθοῦσα L > Τ ι 12 ἀπεκήρυξεν — 17 βίον] καθεῖλε· κἀν τῆς ἐξενεχθείσησ κατ’ αὐτοῦ ψήφου ἠλόγησεν ἱεροσολύμων δὲ μετὰ μακάριον μάξιμοσ ὁ ἐν ἀγῶσι διαπρέψας προέστη· οὗ μεταστάντοσ T* ι 20 κοινοῖς] κοινωνοῖς AL ι 23 ταρσοὺσ Τ, ἐν τάρσω Cod. Polyd.)

158
Σιλβανῷ· οὕτος γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκείνης ἡγεῖτο τῆς ἐκκλησίας. τοῦτο μαθὼν ὁ Ἀκάκιος ἐπέστειλε τῷ Σιλβανῷι καὶ τὴν καθαίρεσιν τοῦ Κυρίλλου μεμήνυκεν.

ὁ δέ, καὶ τὸν Κύριλλον αἰδούμενος καὶ τὸ πλῆθος ὑφορώμενος ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας άπήλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας.

ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασίλειον καὶ Εὐστάθιον καὶ Σιλβανὸν καὶ τοῖς λοιποῖς ὁ Κύριλλος τοῦ συνεδρίου. δρίου. ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνεληλυθότας ἐπισκόπους πεντήκοντα δὲ ἤσαν καὶ ἑκατόν), ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον.