Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>φύσει. καὶ γὰρ καὶ ἐπ’ ἀνθρώπων φησίν· υἱοὺς ἐγέννησα καὶ >ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν«, καὶ θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες‘, καὶ ἐν ἑτέροις· »τίς«, φησί, »ὁ τετοκὼς βω- >λους δρόσου;« οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ >τὴν ἐφ’ ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν. >οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, πάντα δὲ βουλήματι αὐτοῦ >γενόμενα ἕκαστον, ὡς καὶ ἐγένετο, ἐστίν.

ὁ μὲν γὰρ θεός τὰ δὲ >πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ’ ἑκουσιασμὸν >γενόμενα· τὰ δὲ πάντα δι’ αὐτοῦ ὑπὸ τοῦ θεοῦ γενόμενα, πάντα δὲ >ἐκ τοῦ θεοῦ. ἅπερ λαβὼν καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν >σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον· >πεπίστευδα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν. πρόσειπε >πάντας τοὺς ἐν κυρίῳ. ἐρρωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον ἡ θεία χάρις διαφυλάττοι, δέσποτα.«

Τοιαῦτα καὶ οὔτοι πρὸς ἀλλήλους ἐπέστελλον, εἰς τὸν κατὰ τῆς ἀληθείας καθοπλιζόμενοι πόλεμον.

Οὕτω δὲ τῆς βλασφημίας ἐν ταῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἑῴαν ἐκκλησίαις διασπαρείσης, ἔριδες ἐν ἑκάστῃ πόλει καὶ κώμῃ καὶ [*](5/6 Jes. 1, 2 — 6/7 Deut. 32, 18 — 7/8 Hiob 38, 28 — 21— S. 30, 8. 30, 8 vgl. Euseb. Vit. Const. ιι 61. Socrat. I 6, 1—2) [*](* 21— S. 30, 14 Niceph. H. E. VIII 11 u. 12) [*](A HN(n) GS(s) DL + FV(v) = z Τ [bis 20 πόλεμον] W [bis 18]) [*](1 ὑπόφασίν τινα = ostensionem quamdam Cass.] ὑπόβασίν τινα TW πρόφασίν τινα S suhstantiam quamdam Cand. ι 2 αὐτὸν vor τῆς πατρικῆς ~ S nach γεγονότα cvD L ι 4 αὐτῷ = ei Cass. ipsi Cand. > ns ι 7 ἐγκατέλειπες NGT ι φησὶ τίς ~ Α ι 9 γινομένων LV ι 11 ἕκαστον = Cand.] ἕκαστα Τ > Cass. καὶ > HCass. ι ἐστίν nT/////A > szW, man kann nicht ἐστίν mit Cass. und Cand. belegen ι τὰ δὲ — 14 θεοῦ > H mit leerem Raum von ½ Zeilen ι τὰ δὲ] τὰ μὲν V, qnaedam autem Cand. ι 12 καθ’] κατ’ Τ ι 15 σοι > A ι 16 γράψειας] γράψεις LVTW ι ἐντρέψεισ TW ι 17 πάντας ATW ἅπαντας nsz ι τοὺς ἐν κυρίῳ ι Cass. Cand.] ἐν κῶ HT ι 18 θεία χάρις = Cand.] χάρισ’ τοῦ θεοῦ Τ gratia dei Cass. ι φυλάττοι n ι 20 ὁπλιζόμενοι TNic. ι 21 Οὕτω: ζ am Rand GLv ι 22 κώμῃ καὶ πόλει ~ s ι καὶ2 > Α)

30
μάχαι περὶ τῶν θείων δογμάτων ἐγίγνοντο.

ὁ δὲ λοιπὸς ὅμιλος θεατὴς ἢν τῶν γιγνομένων καὶ τῶν λεγομένων κριτής, καὶ οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἐπῄνουν· καὶ τραγῳδίας τὰ δρώμενα καὶ θρήνων ἄξια ἢν. οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς ἐκκλησίας ἐπολιόρκουν, ἀλλ’ ὁμόφυλοι καὶ ὁμορρόφιοι καὶ ὁμοτράπεζοι κατ’ ἀλλήiων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώσσας· μᾶλλον δέ, μέλη ἀλλήλων ὄντες καὶ εἰς ἵν τελοῦντες οῶμα κατ’ ἀλλήλων ὡπλίζοντο.

  • Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ.
  • Ταῦτα μαθὼν ὁ πάνσοφος βασιλεὺς πρῶτον μὲν αὐτὴν ἐπειράθη τὴν τῶν κακῶν ἐμφράξαι πηγὴν καί τινα τῶν ἐπ’ ἀγχινοίᾳ περιβοήτων εἰς τὴν Ἀλεξάνδρειαν μετὰ γραμμάτων γραμμάτων σβέσαι τὴν ἔριν πειρώμενος καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμόνοιαν προσδοκῶν.

    ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐψεύσθη, τὴν πολυθρύλητον ἐκείνην εἰς τὴν Νικαέων συνήγειρε ούνοδον, δημοσίοις ὄνοις καὶ ἡμιόνοις καὶ ὀρεῦσι καὶ ἵπποις χρήσασθαι τοὺς ἐπισκόπους καὶ τοὺς οὑν τούτοις ἀφικνουμένους παρεγγυήσας. ἐπειδὴ δὲ ἠθροίσθησαν ὅσοι τῆς ὁδοιπορίας τὸν πόνον ἐνεγκεῖν ἠδυνήθησαν, ἀφίκετο καὶ αὐτὸς εἰς τὴν Νικαίαν ἰδεῖν τε τὴν τῶν ἀρχιερέων πληθὺν ἐφιέμενος καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι ποθῶν· καὶ παραχρῆμα πάντα αὐτοῖς ἀφθόνως χορηγεῖσθαι προσέταξεν.