Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὀκτωκαίδεκα δὲ καὶ τριακόσιοι συνῆλθον ἀρχιερεῖς. ὁ δὲ τῆς Ῥώμης διὰ γῆρας ἀπελείφθη βαθύ· δύο μέντοι πρεσβυτέρους ἀπέστειλε, συνθέσθαι τοῖς πραττομένοις παρεγγυήσας.

Ἦσαν δὲ κατ’ ἐκεῖνον τὸν χρόνον πολλοὶ μὲν ἀποστολικοῖς χαρί- [*](10—14 Euseb. Vit. Const. II 63. vgl. Socrat. I 7, 1—2. Sozomen. I — 15/16 vgl, Euseb. Vit. Const. III 6 —22 —24 Euseb. ebds. III 7. vgl. Sozomen. I 17, 2) [*](* 14 — S. 31, 14 Niceph. H. E. VIII 14 — 14 — 17 Cass. I 20 [= Τ] — 15—20 Georg. Mon. 503, 12) [*](A HN (n) GS (s) DL + FV (v) = z Τ [von 14 τὴν πολυθ. — 17 παρεγγυήσας]) [*](5 ὁμορρόθιον nL ὁμὅρόφιοι Α ὁμωρόφιοι Dv ὁμωρόφιοι S ὁμόροφοι G 9 Τὰ κατὰ τὴν μεγάλην σύνοδον ttjv ἐν Νικαίᾳ als Titel im Text nur in A 10 am Rand ζ AnSD ι 11 τινα: hier ὅσιον τὸν κουδρουβησ ἐπίσκοπον λέγει am Rand A ι 13 ἔριν AnD αἵρεσιν sLv τὴν αἱ . . . σιν am Rand Ac ι 14 nach ἐκείνηω+πιστὴν σύνοδονn συνήγαγε v ι σύνοδον > n ι 20/21 ἀφθόνως αὐτοῖς ~ A ι 22 δὲ > s)

31
σμασι διαπρέποντες, πολλοὶ δὲ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν τῷ σώματι φέροντες.

Ἰάκωβος μὲν γὰρ ὁ Ἀντιοχείας τῆς Μυγδονίας Σύροι δὲ αὐτὴν καὶ Ἀσσύριοι Νίσιβιν ὁνομάζουσι) καὶ νεκροὺς ἀνέστησε καὶ τοῖς ζῶσι συνέταξε καὶ ἄλλα μυρία εἰργάσατο θαύματα· ἃ περιττὸν ἡγοῦμαι τῇδε πάλιν ἐνθεῖναι τῇ συγγραφῆ, ἐν τῇ Φιλοθέῳ ταῦτα διηγησάμενος Ἱστορίᾳ.

Παῦλος δὲ ὁ Νεοκαισαρείας φρούριον δὲ τοῦτο ταῖς τοῦ Εὐφράτου παρα- κείμενον ὄχθαις) τῆς Λικιννίου παραπήλαυσε λύττης. ἄμφω γὰρ ἢν τὼ χεῖρε πεπεδημένος σιδήρου πεπυρακτωμένου προσβαλόντος αὐταῖς καὶ τὰ κινητικὰ τῶν ἄρθρων νεῦρα συστείλαντος καὶ νεκρώσαντος.

ἕτεροι δὲ ὀρωρυγμένους εἶχον τοὺς δεξιοὺς ὀφθαλμούς, ἄλλοι δὲ τὰς ἀγκύλας ἐκκεκομμένοι τὰς δεξιάς· εἶς τούτων ἢν Παφνούτιος ὁ Αἰγύπτιος· καὶ ἁπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταὐτὸν συνηθροισμένον.

οὐκ ἢν δ᾿ ὅμως ἄμοιρος τῶν ἐναντίων ὁ θεῖος οὕτος καὶ ἀοίδιμος ὅμιλος· ἀλλ’ ἦσάν τινες, εὐαρίθμητοι μέν ὕπουλοι δὲ καὶ τὰ βράχη μιμούμενοι, καὶ τὴν πονηρίαν καλύπτοντες καὶ ταῖς Ἀρείου βλασφημίαις οὐ προφανῶς συνηγοροῦντες.

Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν βασιλεύς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας τῷ τῶν ἀρχιερέων ἀποχρώντως συλλόγῳ.

οὕτω τὸ πρέπον αὐτοῖς εὐτρεπίσας γέρας, εἰσελθεῖν τε ἐπέτρεψε καὶ περὶ τῶν προκειμένων βουλεύσαοθαι.