Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πολλῶν γάρ μοι βοηθη- [*](7/8 II Tim. 3, 6 — 11/12 vgl. Act. 13, 50) [*](* 1—S. 25, 6 Niceph. Η. E. VIII) [*](A HN(n) GS(s) DL + FV(v) = z T W) [*](1 οὑν = Cass. > An ι ἀπὸ] ὑπὸ DW ι 2 μηδὲ ἀνεχέσθω > s ι 3 nach ψεύδονται + καὶ T ι λαλήσουσιν ALVT λαλήσωσιν nsDFW ι 5 προσσχήματι AS i 6. καὶ > T ι 6/7 διὰ τούτων AnzCass. διὰ τούτου sT ὑπὸ τού. τοι W I 7 ἠπατημένα] πεπλανημένα sz ι σεσωρευμένα ἁμαρτίαις > mit leerem Raum H, fehlt bei Cass. ι 9 τὰ > DTW ι 10 διασύροντασ LT σύροντασ W, den Aorist bezeugt Cass. ι 12 τὸ ὅσον szTWCass. τοσοῦτον An ι ἐπ’] ἐν sLF in Cass. ι ἐπέγείραωτασ A ἐγείραντας Τ, excitare non cessant Cass. ι 13 γεννήσεως SDLVTW nativitatis Cass. γενέσεως AnGF ι ἀποστρεφόμενοι n ἀποστραφέντεσ in A, α und ἐντεσ auf Rasur Ae aversamini Cass. ἀποστραφέντεσ szTW ι 14 ἀδελφοί > nTWCass. ι γένεσθε nsvTW γενέσθαι DL γίνεσθε A 17 ὑμῖν nzTCass. > AsW ι ὄπι ἄπει N) τοῦ διακόνου An τοίδε τοῦ διακόνου ἀπίωνοσ Lv τοῦδε ἀπίωνοσ τοῦ διακόνου D τοῦδε τοῦ διακόνου s τοῦ ἀρχιδιακόνου TCass. ἀπίωνοσ καὶ ἀρχιδιακόνου W ι 19 καἰ4] τε καὶ Τ ι 20 ἀσίας AnLv ἀσίας καὶ sT ἀσίας τε καὶ DW)

25
>μάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσι- >φάρμακον τοῦ ὑπ’ αὐτῶν ἀπατηθέντος λαοῦ, πειθομένων καὶ ταῖς >τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν, εἰς μετάνοιαν διὰ τούτου >ἔρχεσθαι σπουδαζόντων. ἀσπάσασθε ἀλλήλους σὺν τῇ παρ’ ὑμῶν >ἀδελφότητι. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοί· ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς.

>Εἰσὶ δὲ οἱ ἀναθεματισθέντες αἱρεσιῶται, ἀπὸ πρεσβυτέρων μὲν >Ἄρειος, ἀπὸ διακόνων δὲ Ἀχιλλᾶς, Εὐζώϊος, Ἀειθαλής, Λούκιος, >Σαρμάτης, Ἰούλιος, Μηνὰς, Ἄρειος ἕτερος Ἑλλάδιος.‘

Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρῳ καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέροιαν ἰθύνειν πεπιστευμένῳ καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ὄαν δογμάτων συνήγοροι. ἀλλ’ οὐδὲ ὁ Ἄρειος ἡσυχίαν ἄγειν ἠνέσχετο. Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς ἐκείνους οὓς ὁμόφρονας ἔχειν ἡγεῖτο.

ὅτι δὲ οὐδὲν ψευδὲς κατ’ αὐτοῦ γέγραφεν ὁ θεῖος Ἀλέξανδρος. αὐτὸς Ἄρειος ἐν τοῖς πρὸς Εὐσέβιον τὸν Νικομηδείας μεμαρτύρηκε γράμμασιν. ἐνθήσω δὲ καὶ ταύτην τῇ συγγραφῇ, ἵνα καὶ τοὺς κοινωνοὺς τῆς ἀσεβείας δήλους τοῖς ἀγνοοῦσι ποιήσω.

»Κθρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἦς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν.

[*](19 — S. 27, 7 bei Epiphan. Haeres. 69, 6. Lateinisch Candid. Arian. Epistola ad Marium Victorin. PL 8, 1035 f.; Revue Benedictine 26 (1909), 93 f. (= Λ))[*](* 19—S. 27, 18 Niceph. H. E. VIII 9. Cass. I 15 [= T])[*](A HN (n) GS (s) DL + FV (v) = z T W [bis 6 ψυχῆς u. von 19 an])[*](3 διὰ τούτου] διὰ τοῦ s per eos Cass. ι 4 παρ’ ὑμῶν AnTCass. παρ’ ἡμῶν sLvW παρ’ ὑμῖν D ι 7 μὲν vor πρεσβυτέρων ~ n > AL ι 8 δὲ διακόνων ~ n ι ἀχιλλᾶσ nVTCass. ἀχιλλεĺσ AsDLF ι ἀειθαλήσ szT αἰθάλησ Α Aitlmlis Cass. ἀειθαλᾶς n ι 9 xor Ἑλλάδιος + καὶ IGsrns. ι 11 τηνικαῦτα = tunc Cass. > A ι βέρροιαν H βερυαίων Τ ι nach ἰθύνειν τ ἐκκλησίαν TCass. I 13 ἠνέσχετο AszCass. ἠνείχετο nT ι 14 ἔχειν ἠγεῖτο] εἶχεν Τ = concordibus suis Cass. ι δὲ AnT δέ γε sz ι 15 γέγραφεν szT scripsif Cass. ἔγραψεν n ἔγραφεν A ι 17 κοινοὺς A, communicatores Cass. ι 18 τοῖς ἀγνοοῦσι > L ι nach ποιήσω + ἐπιστολὴ ἀρείου im Text GF j 19 ε am Rand HSS 21 ὑπερασπίζεις AsDLTEp. ὑπερασπίζῃ nvW)
26

>Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, >εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δι’ αὐτοῦ ὁμοῦ τε καὶ >ὑπομνῆσαι τὴν ἔμφυτόν ὅου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς >ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριοτὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς >ἐκπορθεῖ καὶ ἐκδιώκει καὶ πάντα κάλων κινεῖ καθ’ ἡμῶν ὁ ἐπίσκο- >πος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους >ἐπειὁὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεός, ἀεὶ υἱός· >ἅμα πατήρ, ἅμα υἱός· συνυπάρχει ἀγεννήτως ὁ υἱὸς τῷ θεῷ, ἀειγενής >ἐστιν, ἀγεννητογενής ἐστιν. οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει >ὁ θεὸς τοῦ υἱοῦ· ἀεὶ θεός, ἀεὶ υἱός· ἐξ αὐτοῦ ἐστι τοῦ θεοῦ ὁ υἱός‘.

>καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ὁ ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ >Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ >κατὰ τὴν Ἀνατολὴν λέγουσιν ὅτι προυπάρχει ὁ θεὸς τοῦ υἱοῦ >ἀνάρχως, ἀνάδεμα ἐγένοντο, δίχα μόνου Φιλογονίου καὶ Ἑλλανίκου >καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων >οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολήν, οἱ δὲ συναγέννητον.

καὶ τούτων >τῶν ἀσεβειῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν >ἐπαπειλῶσιν οἱ αἱρετικοί. Ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ >ἐιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγέννητος οὐδὲ >μέρος ἀγεννήτου κατ’ οὐδένα τρόπον, οὔτε ἐξ ὑποκειμένου τινός, >ἀλλ᾿ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων [*](A HN(n) GS(s) DL + FVfv) = z Τ W) [*](2 εὔλογον ὀφειλόμενον AnszW εὔλογον καὶ ὀφειλόμενον TEp. = Λ rationabile Cass. rationi debitum Cand. ι nach ἐφάνη + μοι D Ep. Λ ι 3 καὶ διάθεσιν = Cass. Ep. Cand. Λ > n ι εἰς] πρὸς TWEp. περὶ D circa Cass. Λ ad Cand. ι 5 διώκει z Ep. ι 6 καὶ = Cass. > W Ep. Cand. Λ ι ἡμὰς = Cass. > T ι ὡσ ἀνθρώποισ’ ἀθέους szTWCass. Ep. Cand. Λ ἀνθρώπουσ ἀθῴους An ι 7 θεὸς = Ep.] ὁ θεὸς An ι 8 συνυπάρχει — θεῷ > V i συνυπάρχει ἀγεννήτως ὁ υἱὸσ ὁ υἱὸς ἀγεννήτως ~ Εp.) τῶ θεώ AnsLFTWEp. consubsistit ingenite filius pairi Cand. συνυπάρχει ὁ γεννητὸς υἱὸς τῶ ἀγεννήτω θεῶ D coexistit ingenito deo filius Cass. cum d[e]o est infacturnliter filius Λ; s. oben 20, 7. 21, 16 ι ἀειγενὴς vT Ep. ἀειγεννήσ AnDLW seniper genitus (natus Λ) Cass. Cand. Λ ἀειγέννησίσ s ι 9 ἀγεννητογενήσ AnLEp. ἀγεννητογεννήσ sDvW ingenitogenitus Cand. ab ingenito genitus Cass. ἀγενητογενήσ T infacturaliter Λ ι ἐστιν2 = Cass. Cand. > T Εp.Λ ι 10 θεός ἀεὶ υἱός = Ep.] ὁ θεὸς ἀεὶ ὁ υἱόσ T υἱὸς ἀεὶ χσ(??) 14 ἑλλαδικοῦ s i 15 τὸν nTWEp. τῶν τὸν Asz ι 17 θανάτουσ ἡμῖν szT Cass. Ep. Cand. Λ ἡμῖν θανάτοις An ι ἡμῖν nach ἐπαπειλῶσιν ~ W ι 18 ἐπαπειλῶσιν TWEp. ἐπαπειλοῦσιν A ἐπαπειλήσωσιν sz παραπειλήσωσιν n ι 19 ἀγένητοσ NT infactus Λ, ingenitus Cass. Cand. ι 20 οὔτε szTW οὐδὲ An ἀλλ’ οὔτε Ep.)

27
>πλήρης θεός, μονογενής, ἀναλλοίωτος·

καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ >ἤ ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἢν· ἀγέννητος γὰρ οὐκ ἢν. διωκόμεθα ὅτι >εἴπαμεν· »ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστιν«. διὰ τοῦτο διωκό- >μεθα, καὶ ὅτι εἴπαμεν ὅτι ἐξ οὐκ ὄντων ἐστίν· οὕτως δὲ εἴπαμεν, καθότι >οὐδὲ μέρος θεοῖ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός. διὰ τοῦτο διωκόμεθα· λοιπὸν σὺ οἶδας. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν. συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε.«

Τούτων τῶν ὑπὸ τούτου καταλεχθέντων Εὐσεβίος μὲν Καισαρείας ρείας ἐπίσκοπος ἢν, Θεόδοτος δὲ Λαοδικείας Τυροῦ δὲ Παυλῖνος. Ἀναξαρβοῦ δὲ Ἀθανάσιος καὶ Γρηγόριος Βηρυτοῦ, Ἀέτιος δὲ Λύδδων·

Λύδδα δέ ἐστιν ἡ νῦν καλουμένη Διόσπολις. τούτους μὲν οὑν συμφώνους ἔχειν ὁ Ἄρειος ἐσεμνύνετο· ἀντιπάλους δὲ κέκληκε Φιλογόνιον τῆς Ἀντιοχέων τὸν πρόεδρον καὶ Ἑλλάνικόν τὸν Τριπόλεως καὶ τὸν Ἱεροσολύμων Μακάριον, συκοφαντίας κατὰ τούτων συρράψας. ἐπειδήπερ ἀίδιον καὶ προαιώνιον ἔφασαν τὸν υἱὸν καὶ τοῦ πατρὸς ὁμότιμόν τε καὶ ὁμοούσιον. ταύτην δεξάμενος Εὐσέβιος τὴν ἐπιστολὴν ἤμεσε καὶ αὐτὸς τὴν οἰκείαν ἀσέβειαν. γράφει δὲ οὕτω πρὸς Παυλῖνον τὸν τῆς Τυρίων ἡγούμενον·