Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν.

>Οὔτε ἡ τοῦ δεσπότου μου Εὐσεβίου σπουδή, ἡ ὑπὲρ τοῦ >λόγου, παρεσιωπήθη ἀλλ’ ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ >τούτῳ σιωπή, δέσποτα. καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ [*](1/2 vgl. Prov. 8, 25 u. 22—23) [*](* 19—S. 29, 20 Niceph. H. E. VIII 10. Cass. I 16 [= Τ]) [*](A HN(n) GS(s) DL + FV(v) = z Τ W [bis 7 u. von 19 an]) [*](1 ἀναλλοίωτος=Εp.Cand.Λ] ἀλλοιωτόσΤ=Cass. ι γενηθῆ NYT, generaretur Cass. Λ genihis esset Cand. ι 2 ἀγέννητος ἀγένητος NVT) γὰρ οὐκ ἢν nszTW Εp. ingenitus enim non erat Cass. Cand. infactus enim non est Λ > Α ι nach ἀγέννητος + noch einmal S. 26, 19 οὐδὲ μέρος — S. 27, 2 ἀγέννητος F, + S. 26, 19 οὐδὲ μέρος — S. 27, 2 πρὶν γεννηθῆναι ἤτοι κτισθῆ ἤ ὁρισθῆ οὐκ ἣν G; nach ἀγέννητος γὰρ οὐκ ἥν + S.26,19 οὐδὲ μέρος — S. 27, 2 ἀγέννητος γὰρ οὐκ ἢν D [3 und 4 εἴπαμεν] εἴπομεν SLVT Ep. ι 4 ὅτι2 = qtna Cand. Λ > Τ Cass Ep. ι εἴπαμεν2] εἴπομεν SLTEp. ι 5 ἐστιν = Cass. Ep. Cand. Λ > An ι 6 μεμνημένων T 8 τῶ; > s ι 10 ἀναβαρζοῦ n ι λυδδῶν HT Λυδῶν Nie. ι 11 μὲν οὑν AnsT ergo Cass. μόνους z ι 13 ἐλλάνικον T έλλαδικὸν s ι 11 τὸν] τῶν AGD ι 16 ὁ εὐσεβίος Τ ι 19 ς(??) am Rand HSS ι 20 τοῦ2 > An ι 21/22 ἐπὶ τοῦτο GLV ἐπὶ τούτου N)

28
>μου Εὐσεβίῳ ηὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχσζόμενοι καὶ >τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἥτταν ἡμῶν εἶναι.

διὸ παρακαλῶ >εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ ἀλλοῖα φρονεῖν καὶ σιωπᾶν >τἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν >περὶ τούτου ἄρχοι, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, >μάλισθ᾿ ὅταν κατὰ ἀκολουθίαν τῆς γραφῆς καὶ τοῖς ἴχνεσι τῶν >λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλοις γράφειν.

ὅτι γὰρ οὔτε >δύο ἀγέννητα ἀκηκόαμεν οὔτε ἒν εἰς δύο διῃρημένον οὐδὲ σωματικόν >τι πεπονθὸς μεμαθήκαμεν ἢ πεπιστεύκαμεν, δέσποτα, ἀλλ’ ἓν μὲν >τὸ ἀγέννητον, ἓν δὲ τὸ ὑπ’ αὐτοῦ ἀληθῶς καὶ οὐκ ἐκ τῆς οὐσίας >αὐτοῦ γεγονός, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον ἢ >ὄν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει >καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως >τοῦ πεποιηκότος γενόμενον· οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, >ἀλλὰ καὶ ἐννοίᾳ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώ- >πους πάντων εἶναι ἀκατάληπτον πεπιστεύκαμεν.

>Καὶ ταῦτα οὐχὶ λογισμοὺς ἑαυτῶν ὑποθέμενοι. ἀλλ’ ἀπὸ τῆς >ἁγίας γραφῆς μεμαθηκότες λέγομεν· κτιστὸν εἶναι καὶ θεμελιωτὸν >καὶ γεννητὸν τῇ οὐσίᾳ καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀρρήτῳ φύσει καὶ >τῇ ὁμοιότητι τῇ πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν. ὡς αὐτὸς ὁ >κύριός φησιν· »ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ >τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ >με«.

εἰ δὲ ἐξ αὐτοῦ, τουτέστιν ἀπ’ αὐτοῦ ἢν, ὡς ἂν μέρος αὐτοῦ >ἤ ἐξ ἀπορροίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν >εἶναι ἐλέγετο· οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀληθῶς. τὸ γὰρ ἐκ τοῦ >ἐγεννήτου ὑπάρχον κτιστὸν ἔτι ὑφ’ ἑτέρου ἢ ὑπ’ αὐτοῦ ἢ θεμελιω- >τὸν οὐκ ἂν εἴη. ἐξ ἀρχῆς ἀγέννητον ὑπάρχον.

εἰ δὲ τὸ γεννητὸν [*](7—S. 29, 18 lateinisch Candid. Arian. ebds. PL 8, 1038 21 8, 22—23 u. 25) [*](A HN(n) GS(s) DL + FV (v) = z T W) [*](1 εὐφράνθημεν ADLV ι σοὶ] σοῦ Gv ι 3 ἀλλοῖα — 7 γράφειν > mit leerem Raum von 3 Zeilen H ι 5 σοὶ] σοῦ Α ι 8 ἀγένητα Τ ι nach ἀκη- κόαμεν + πώποτε T = aliquando Cass., Cand. wie im Text ι ἒν εἰς δύο = Cass. Cand.] ἓν ἐκ δύο n ι διῃρημένων An ι οὐδὲ] οὔτε Τ ι 11 τῆς ἀγεννήτου φύσεωσ T ι μὴ — 12 αὐτοῦ > s ι 13 τῇ > T ι 17 ὑποθέμενοι AnS obstricti Cass. ὑποτιθέμενοι GzTW siihstituentes Cand. ι 18 ἁγίας = Cass. Cand. > A 19 γεννητὸν = genitum Cass.] γενητὸν NDLV factum Cand. ι die zwei τῇ > Τ ι 21 nach αὐτοῦ + εἰσ’ ἔργα αὐτοῦ TCass. Prov., fehlt bei Cand. ι 23 του. τέστιν auf Rasur Ac ἔστιν ἤ s ι 24 οὐδὲ = Cand.] ἧ s mit Cass. ι 26 ἔτι] ἔτι ἧ L)

29
>αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς >πατρικῆς αὐτὸν γεγονότα καὶ ἔχειν ἐκ τούτου τὴν ταὐτότητα τῆς >φύσεως, γιγνώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί >φησιν ἡ γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ

>φύσει. καὶ γὰρ καὶ ἐπ’ ἀνθρώπων φησίν· υἱοὺς ἐγέννησα καὶ >ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν«, καὶ θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες‘, καὶ ἐν ἑτέροις· »τίς«, φησί, »ὁ τετοκὼς βω- >λους δρόσου;« οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ >τὴν ἐφ’ ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν. >οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, πάντα δὲ βουλήματι αὐτοῦ >γενόμενα ἕκαστον, ὡς καὶ ἐγένετο, ἐστίν.

ὁ μὲν γὰρ θεός τὰ δὲ >πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ’ ἑκουσιασμὸν >γενόμενα· τὰ δὲ πάντα δι’ αὐτοῦ ὑπὸ τοῦ θεοῦ γενόμενα, πάντα δὲ >ἐκ τοῦ θεοῦ. ἅπερ λαβὼν καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν >σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον· >πεπίστευδα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν. πρόσειπε >πάντας τοὺς ἐν κυρίῳ. ἐρρωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον ἡ θεία χάρις διαφυλάττοι, δέσποτα.«

Τοιαῦτα καὶ οὔτοι πρὸς ἀλλήλους ἐπέστελλον, εἰς τὸν κατὰ τῆς ἀληθείας καθοπλιζόμενοι πόλεμον.

Οὕτω δὲ τῆς βλασφημίας ἐν ταῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἑῴαν ἐκκλησίαις διασπαρείσης, ἔριδες ἐν ἑκάστῃ πόλει καὶ κώμῃ καὶ [*](5/6 Jes. 1, 2 — 6/7 Deut. 32, 18 — 7/8 Hiob 38, 28 — 21— S. 30, 8. 30, 8 vgl. Euseb. Vit. Const. ιι 61. Socrat. I 6, 1—2) [*](* 21— S. 30, 14 Niceph. H. E. VIII 11 u. 12) [*](A HN(n) GS(s) DL + FV(v) = z Τ [bis 20 πόλεμον] W [bis 18]) [*](1 ὑπόφασίν τινα = ostensionem quamdam Cass.] ὑπόβασίν τινα TW πρόφασίν τινα S suhstantiam quamdam Cand. ι 2 αὐτὸν vor τῆς πατρικῆς ~ S nach γεγονότα cvD L ι 4 αὐτῷ = ei Cass. ipsi Cand. > ns ι 7 ἐγκατέλειπες NGT ι φησὶ τίς ~ Α ι 9 γινομένων LV ι 11 ἕκαστον = Cand.] ἕκαστα Τ > Cass. καὶ > HCass. ι ἐστίν nT/////A > szW, man kann nicht ἐστίν mit Cass. und Cand. belegen ι τὰ δὲ — 14 θεοῦ > H mit leerem Raum von ½ Zeilen ι τὰ δὲ] τὰ μὲν V, qnaedam autem Cand. ι 12 καθ’] κατ’ Τ ι 15 σοι > A ι 16 γράψειας] γράψεις LVTW ι ἐντρέψεισ TW ι 17 πάντας ATW ἅπαντας nsz ι τοὺς ἐν κυρίῳ ι Cass. Cand.] ἐν κῶ HT ι 18 θεία χάρις = Cand.] χάρισ’ τοῦ θεοῦ Τ gratia dei Cass. ι φυλάττοι n ι 20 ὁπλιζόμενοι TNic. ι 21 Οὕτω: ζ am Rand GLv ι 22 κώμῃ καὶ πόλει ~ s ι καὶ2 > Α)

30
μάχαι περὶ τῶν θείων δογμάτων ἐγίγνοντο.

ὁ δὲ λοιπὸς ὅμιλος θεατὴς ἢν τῶν γιγνομένων καὶ τῶν λεγομένων κριτής, καὶ οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἐπῄνουν· καὶ τραγῳδίας τὰ δρώμενα καὶ θρήνων ἄξια ἢν. οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς ἐκκλησίας ἐπολιόρκουν, ἀλλ’ ὁμόφυλοι καὶ ὁμορρόφιοι καὶ ὁμοτράπεζοι κατ’ ἀλλήiων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώσσας· μᾶλλον δέ, μέλη ἀλλήλων ὄντες καὶ εἰς ἵν τελοῦντες οῶμα κατ’ ἀλλήλων ὡπλίζοντο.

  • Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ.