Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ, καὶ Βάλεντος, περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν.

Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παῤ ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψε. Ἐψηφίσαντο δὲ οἱ συνελθόντες, τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν: ἐπέστειλε δὲ καὶ αὐτὸς, κοινωνὸν τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησάμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν. Ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Οὐάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.

Αὐτοκράτορες μέγιστοι, ἀεισέβαστοι, νικηταὶ, αὔγουστοι, Βαλεντινιανὸς, καὶ Βάλης, καὶ Γρατιανὸς, ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ὲν Κυρίῳ χαίρειν.

Συνόδου τηλικαύτης κροτηθείσης ἐν τῷ Ἰλλυρικῷ, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου Λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι τὴν Τριάδα ὁμοούσιον, Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἤν οὐδὲ ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ δίκαιον ἐπιβαλούσας αὐτοῖς, θρησκεύουσι, τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως.

Κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέτερον κράτος: οὕτως μέντοι, ἵνα μὴ λέγωσί τινες, ὅτι Ἀνήκαμεν θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. Ὡς γάρ φησι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει, ἀποδίδοσθαι τὰ τοῦ Καίσαρος τῷ Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

Τί λέγετε ὑμεῖς οἱ ἐπίσκοποι, καὶ προεστῶτες τοῦ σωτηρίου Λόγου; Εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους, παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως: καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ Θεῷ λειτουργοῦντας, ὧν ταῖς εὐχαῖς, καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς, καὶ ἀγγέλων ἀποστατῶν ἐπιβάσεις ἀποστρέφονται:

1136
καὶ πάντας δαίμονας φθοριμαίους ἀποστρέφειν διὰ δεήσεως σπουδάζοντες, καὶ τὰ δημόσια κατὰ νόμους εἰσκομίζειν ἴσασι, καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ: ἀλλ̓ εἰλικρινῶς καὶ τὴν τοῦ ἄνωθεν Βασιλέως ἐντολὴν φυλάττουσι, καὶ τοῖς ἡμετέροις νόμοις ὑποτάσσονταί. Ὑμεῖς δὲ ἀπειθεῖς ἐδείχθητε εἷναι. Ἡμεῖς μὲν ἐχρησάμεθα τῷ ἄλφα ἕως τοῦ ω: ὑμεῖς δὲ ἑαυτοὺς ἀπεδώκατε. Ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ̓ ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλάτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ. μὴ θέλων αὐτὸν ἀνελεῖν, καὶ ὑπὲρ τοῦ παθεῖν αὐτὸν παρακληθεὶς, ἐπιστραφεὶς ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη, καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων: Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. Οὕτω καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο, μὴ διώκειν, μήτε ἐπικλύζειν, μήτε ζηλοῦν τοὓ??ʼ ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγάλου Βασιλέως: ἴνα μὴ σήμερον μὲν, ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου, παθεῖν τὰ τῆς διαθήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος. Ἁλλ̓ οἱ μετ̓ αὐτοῦ μεταξὺ τῆς ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ ἐῤῥάγησαν, παραδοθέντες εἰς κρίσιν θανάτου, μετὰ τοῦ συνδραμόντος αὐτοῖς φθοριμαίου δαίμονος.

Τοῦτο προσετάξαμεν ἐπ̓ Ἀμεγετίου, καὶ Κηρωνίου, καὶ Δαμάσου, καὶ Λάμπωνος, καὶ Βρεντισίου, ἀκροατῶν γενομένων. Ἅπερ καὶ αὐτὰ τὰ πραχθέντα ἐξαπεστάλκαμεν πρὸς ὑμᾶς, ἴνα γνῶναι ἔχητε τὰ πραχθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ τούτοις συνεζεύξαμεν τοῖς γράμμασι καὶ τῆς συνόδου τὰ δόγματα ἐν κεφαλαίῳ ταῦτα δηλοῦντα.

Ὁμολογοῦμεν, ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ, ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν. Καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον, ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο, μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι

1137
Πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετήσαντες, καὶ ἑπόμενοι τοῖς γράψασι, τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ̓ ὅ οὐδενὶ τῶν λοιπῶν κτισμάτων δἰ αὐτοῦ γενομένων ἐμφερὴς ὁ Υἱὸς, ἀλλ̓ ἢ μόνῳ τῷ Πατρὶ ἀφωμοίωται. Οἱ γὰρ ταῦτα ἐξηγούμενοι, κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν Υἱὸν τοῦ Θεοῦ δογματίζουσιν. Ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν, ἥ τε κατὰ Ῥώμην, καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἐν τρισὶ προσώποις, τοῦτ̓ ἔστιν, ἐν τρισὶ τελείαις ὑποστάσεσιν.

Ὁμολογοῦμεν δὲ, κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκηνωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει, καὶ πάθει, καὶ ἀναστάσει, καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει: καὶ πάλιν ἥξειν ἀποδιδόντα ἡμῖν κατὰ τὴν ἑκάστου βιοτὴν ὲν τῇ ἡμέρᾳ τῆς κρίσεως, σαρκὶ ὁρώμενον, καὶ τὴν ἑαυτοῦ θείαν δύναμιν ἐπιδεικνύντα, Θεὸν ὄντα σαρκοφόρον, καὶ οὐκ ἄνθρωπον θεοφόρον. Καὶ τοὺς τἀναντία φρονοῦντας ἀναθεματίζομεν, καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα, ὅτι πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Υἱός: ἀλλὰ γράψαντας, ὅτι καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι, δυνάμει ἦν ὲν τῷ Πατρί. Τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ Θεοῦ, καθὸ ὁ Υἱὸς ἀεὶ μετὰ τοῦ Πατρός ἐστιν, ἀϊδίῳ γεννήσει γεγεννημένος. Ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἐν κεφαλαίῳ δεδήλωκεν. Ἐγὼ δὲ καὶ αὐτὰ τῆς συνόδου τὰ γράμματα ἐνθήσω τῇ συγγραφῇ.

Ἐπιστολὴ συνοδικὴ τῆς έν τῷ Ἰλλυρικῷ συνόδου περὶ πίστεως.

Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ καὶ ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν Κυρίῳ χαίρειν.

Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτὸ, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου Λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἦν δίκαιον γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, οὐ σοφίσμασι τὰ τῆς θρησκείας τῆς Τριάδος γράφοντας, ἀλλ̓ ὲν ταπεινοφροσύνῃ καταξιωθέντας. Τουτὶ ἡμῶν τὸ γράμμα ἀπεστάλκαμεν διὰ τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἐλπιδίου τοῦ πρεσβυτέρου. Οὐ γὰρ ἐν τοῖς τῶν ἡμετέρων χειρῶν γράμμασιν, ἀλλ̓ ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βίβλοις γέγραπται: Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ ταῦτα μὲν ἤρκει τῇ ἡμετέρᾳ ταπεινώσει,

1140
μήτε τὸ καθόλου γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, διὰ τὸν τηλικοῦτον φόβον, ὅν αὐτόθι κηρύσσετε πάσῃ τῇ ὑφ̓ ὑμᾶς ἐπαρχίᾳ, ἀποχωρίζοντες τὸ ἅγιον Πνεῦμα ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ.

Ἀνάγκην οὖν ἔσχομεν, πέμψαι πρὸς ὑμᾶς τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον, ἀπὸ τῆς βασιλευσύσης Ῥωμαίων ἀρχῆς τοῦτο τὸ γράμμα ἔχοντα, καταμαθόντα εἴ γε ἅρα οὕτως ἔχει τὸ κήρυγμα ὑμῶν. Οἱ γὰρ μὴ ὁμοούσιον τὴν Τριάδα δοξάζοντες, ἀνάθεμα ἔστωσαν. Καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω. Τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν Τριάδα ἡ βασιλεία τῶν οὐρανῶν ἡτοίμασται. Παρακαλοῦμεν οὖν ὁμᾶς, ἀδελφοὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ ἑτεροκενοδοξεῖν, ἀλλ̓ ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν Τριάδα, δυνηθῆτε κληρονομῆσαι τὴν τῶν οὐρανῶν βασιλείαν.

Περὶ τούτου γράφοντες, καὶ ὑπόμνησιν ἔχοντες, ἐχαράξαμεν τουτὶ ἡμῶν τὸ γράμμα καὶ περὶ τῶν καθισταμένων ἐπισκόπων, ἢ κατασταθέντων συλλειτουργῶν, ἐὰν μὲν εἶεν, ἐκ τῶν ὲν τέλει χρησαμένων ἐπισκόπων ὑγιεῖς: εἰ δὲ μὴ, ἐξ αὐτοῦ τοῦ πρεσβυτερίου.

Ὁμοίως καὶ πρεσβυτέρους καὶ διακόνους ἐξ αὐτοῦ τοῦ ἱερατικοῦ τάγματος, ἴνα ὦσιν ἀνεπίληπτοι πανταχόθεν, καὶ μὴ ἀπὸ τοῦ βουλευτηρίου καὶ στρατιωτικῆς ἀρχῆς. Εἰς τοῦτο οὗν οὐκ ἠβουλήθημεν διὰ πολλῶν ἀποχαράξαι, διὰ τὸ ἀποσταλῆναι ἕνα ἐκ πάντων, τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον. ἐπισπούδως καταμαθόντα τὸ κήρυγμα ὑμῶν, εἴ γε οὕτως ἔχει ὥσπερ ἀκηκόαμεν παρὰ τοῦ κυρίου ἡμῶν τοῦ συλλειτουργοῦ Εὐσταθίου. Λοιπόν εἰ καί ποτε ἐν πλάνῃ γεγενημένοι ἦτε, ἀποθέμενοι τὸν παλαιὸν ἅνθρωπον, ἐνδύσασθε τὸν καινόν. Καὶ γὰρ καὶ ὁ αὐτὸς ἀδελφὸς καὶ συλλειτουργὸς Ἐλπίδιος διδάξει ʽ??ʼμᾶς κηρῦξαι τὴν ἀληθῆ πίστιν: ὅτι ἡ ἁγία Τριὰς, ἢ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ, σὺν Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, ἡγίασται, δεδόξασται, πεφανέρωται, Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν Τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ Πατέρες ἐβεβαίωσαν. Κηρυττομένης οὗν τῆς πίστεως ταύτης, δυνησόμεθα τοῦ ἀλιτηρίου δαίμονος ἐκφυγεῖν τὰ θήρατρα. Σβεσθέντος δὲ τούτου, δυνησόμεθα εἰρηνικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν, ὲν εἰρήνῃ διάγοντες. Ἐγράψαμεν οὖν

1141
ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν, μήτε τὸ ἅγιον Πνεῦμα: ὧν τὰ ὁ̓??ʼματα ὑπετάξαμεν: Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, Ἀσκληπιάδης, Ἀμάντιος, Κλεόπατρος.

Καὶ ταῦτα μὲν οὕτως εἰς δόξαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἀγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Ἐῤῥῶσθαι ὑμᾶς εὐχόμεθα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ τῷ Σωτῆρι ἡμῶν Χριστῷ, σὺν ἁγίῳ Πνεύματι, πολλαῖς ἐτῶν περιόδοις.