Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς Αὐδιανῶν αἱρέσεως.

Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φροντίδα. Αὐδαῖος δέ τις Σύρος καὶ τὸ γένος καὶ τὴν φωνὴν, καινῶν εὑρετὴς δογμάτων, κατ̓ ἐκεῖνον ἐγένετο τὸν καιρὸν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος. Πρῶτον μὲν γὰρ ἀνοήτως νενόηκε τὸ, Ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν. Ἀνθρωπείαν γὰρ ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περικεῖσθαι ἐτόπασε μόρια, τῆς θείας Γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν. Πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις, τὰ τῶν ἀνθρωπείων μορίων ὀνόματα περιτίθησιν: ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαΐειν οὐ δυνάμενοι διὰ τούτων τὴν τοῦ Θεοῦ προμήθειαν μανθάνουσι.

Προστέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια, Ἐκ γὰρ τῆς τοῦ Μάνεντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς, οὔτε τοῦ σκότους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων Θεόν. Ἀλλὰ ταῦτα μὲν, καὶ ὅσα τοιαῦτα, κατακρύπτουσιν οἱ τῆς ἐκείνου συμμορίας. Φάσκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων. Ἐπειδὴ δὲ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ νόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι, διὰ ταῦτά φασιν ἐκεῖνοι καθ̓ ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν. Ἔστι μέντοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ, καὶ τῆς Φαρισαῖκῆς διδασκαλίας ἀπόγονος. Καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων Ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις: Ἱνατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεὸς περὶ τῶν τοιούτων: Οἱ λέγοντες: Καθαρός εἰμι, μή μου ἅπτου: οὗτος καπνὸς τοῦ θυμοῦ μου. Ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ. Οὗ δὴ εἵνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως.

Περὶ τῆς Μεσσαλιανῶν αἱρέσεως.

Κατὰ τοῦτον τὸν χρόνον καὶ ἠ τῶν Μεσσαλιανῶν

1144
ἐβλάστησεν αἵρεσις. Εὐχίτας, δὲ τούτους προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλάδα φωνὴν τοὔνομα μεταβάλλοντες.

Ἔχουσι δὲ καὶ ἑτέραν προσηγορίαν ἐκ τοῦ πράγματος γενομένην. Ἐνθουσιασταὶ γὰρ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι, καὶ Πνεύματος ἁγίου παρουσίαν ταύτην ὁπολαμβάνοντες.

Οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι, ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηράν: ὕπνῳ δὲ σφᾶς αὐτοὺς ἐκδιδόντες, τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀποκαλοῦσι. Ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ, Δαδόης τε καὶ Σάββας, καὶ Ἀδέλφιος, καὶ Ἑρμᾶς, καὶ Συμεώνης, καὶ ἄλλοι πρὸς τούτοις, οἱ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνίνασθαι, οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφὴν, περὶ ἧς ὁ Δεσπότης ἔφη Χριστός: Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα. Κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται, καὶ ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας, ἅπερ ὲν τῇ ψυχῇ περιφέρουσι. Λητόῖος μὲν οὖν, ὁ Μελιτινῶν Ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασάμενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικὰ, ἐνέπρησε ταῦτα, καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν.

Ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος, καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθὼν, ἐξανέστησε πάλιν, καὶ τὰ ὑπ̓ αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια. Φλαβιανὸς δὲ, ὁ πολυθρύλλητος τῆς Ἀντιοχέων ἀρχιερεὺς, ὲν Ἐδέσῃ τούτους διάγειν μαθὼν, τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους τὸν, συμμορίαν μοναχῶν ἀποστείλας, ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν, καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε. Τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν, καὶ τοὺς μάρτυρας ψεύδεσθαι: τὸν δὲ Ἀδέλφιον ἄγαν ὄντα πρεσβύτην ἠπίως καλέσας, καὶ πλησίον καθεσθῆναι κελεύσας, Ἡμεῖς, ἕφη, ὦ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν, καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν. Οὗτοι δὲ νέοι ὄντες, καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι. Τοιγάρτοι εἰπέ μοι, ὅπως

1145
φατὲ, καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν, καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπιφοιτᾷν. Τούτοις ὁ πρεσβύτης ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς, ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν: καὶ ἔφη, μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις γίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν. Ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν. Τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾷ λοιπὸν τὸ πανάγιον Πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, τό τε σῶμα τῆς τῶν παθῶν κινήσεως ἐλευθεροῦν, καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττον: ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα, μήτε διδασκαλίας χαλινούσης, καὶ βαίνειν εὔτακτα παιδευούσης. Οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ, καὶ τὴν Τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ. Οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν, καὶ γυμνῶσαι παρασκευάσας τὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην: Πεπαλαιωμένε ἡμερῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα, καὶ οὐκ ἐγώ: τὰ δὲ χείλη σου καταμαρτυρήσαι σου. Δήλης δὲ ταύτης τῆς νόσου γεγενημένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν, καὶ ταύτην τῆς λώβης ἐνέπλησαν.