Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς Βαλεντινιανοῦ βασιλείας, καὶ ὅπως Βάλεντα τὸν ἀδελφὸν κοινωνὸν ἐποιήσατο.

Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες, ἐθρήνησαν μὲν ὡς πατέρα τὶν ἀπελθόντα, Βαλεντινιανὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα, καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον, ἀλλὰ καὶ φρονήσει, καὶ σωφροσύνῃ, καὶ δικαιοσύνῃ, καὶ μεγέθει σώματος διαπρέποντα. Οὕτω δὲ ἦν βασιλικός τε καὶ μεγαλόφρων, ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῷ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον: Ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας: ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγὼ, ἐμὸν λοιπὸν, οὐχ ὑμέτερον, τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων. Τούσδε τοὺς λόγους καὶ θαυμάσαντες καὶ στέρξαντες οἱ στρατιῶται, εἴποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι.

Ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐκ ʽ??ʼφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογμάτων διαφορὰν εἰσδεξάμενον: καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα, καὶ μέντοι

1132
καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε.

Καὶ τὴν Ἑσπέραν καταλαβὼν, πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος. Αὐξεντίου γὰρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν Ἐκκλησίαν πεπιστευμένος, ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις: Ἴστε σαφῶς, ἄτε δὴ τοῖς θείοις λόγοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνῳ, ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι, καὶ μάρτυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν. Τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες, εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνοιμεν κεφαλὰς, καὶ τοὺς παῤ ἐκείνου γενομένους ἐλέγχους ʽἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκἠ, ὡς ἰατρικὴν ἀσπαζοίμεθα θεραπείαν.

Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου Μεδιολάνων χειροτονίας.

Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι, σοφόν τε ὄντα καὶ εὐσεβεία κοσμούμενον. Ὁ δὲ ἔφη: Μεῖζον ἢ καθ̓ ἡμᾶς τὸ ἐγχείρημα.

Ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος, καὶ τὴν αἴγλην ἐκείνην εἰσδεξάμενοι, ἄμεινον ψηφιεῖσθε. Οὗτοι μὲν οὗν ἐξελθόντες καθ̓ ἑαυτοὺς ἐβουλεύοντο. Οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες. Οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες, τοὺς ὁμόφρονας ἐψηφίζοντο: οἱ δὲ τῆς ὐγιαινουσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. Ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν, καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν. Οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι, κοινὴν ἀφῆκαν φωνὴν, Ἀμβρόσιον σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα: ἔτι δὲ οὗτος ἀμύητος ἦν.

Ταῦτα μαθὼν ὁ βασιλεὺς, προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα. Ἤδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους. Ὑπέλαβε δὲ καὶ θείαν εἷναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. Ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς, καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ Σωτῆρι καὶ Δεσπότῃ τὸν ὕμνον: καὶ γὰρ τοῖς γεγενημένοις παρῆν: Χάρις σοι, Δέσποτα παντοκράτορ, καὶ Σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρησα σώματα, σὺ δὲ ψυχὰς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας. Ἐπειδὴ δὲ, ὀλίγων διελθουσῶν ἡμερῶν, ὁ θεῖς Ἀμβρόσιος, σὺν παῤῥησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ

1133
παρὰ τῶν ἀρχόντων γεγενημένοις: Ταύτην σου, ἔφη ὁ βασιλεὺς, καὶ πάλαι ᾔδειν τὴν παῤῥησίαν, καὶ σαφῶς ἐπιστάμενος, οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. Ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα. Ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ καὶ εἶπεν, καὶ δέδρακε.