Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ἐπιστολὴ συνοδικὴ πρὸς Ἰοβιανὸν ʽ??ʼ περὶ τῆς πίστεως.

Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ, νικητῇ, Αὐγούστῳ Ἰοβιανῷ, Ἀθανάσιος, καὶ οἱ λοιποὶ ἐπίσκοποι,

1125
οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου, καὶ Θηβἁ??ʼδος, καὶ Λιβύων ἐπισκόπων.

Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων. Οὕτω γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχοις ἐν χειρὶ Θεοῦ, καὶ τὴν βασιλείαν μετ̓ εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπιτελέσαις.

Θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παῤ ἡμῶν τὴν τῆς καθολικῆς Ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ Κυρίῳ, ἐβουλευσάμεθα πάντων μᾶλλον, τὴν παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.

Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ Ἀρειανῇ αἱρέσει: ἁ??ʼτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις, φανερὰ καθέστηκε πᾶσι, καὶ ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη.

Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ.

Ἔμεινεν δὲ ἀεὶ ἡ πίστις διαπαντὸς ἀβλαβὴς, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις, καὶ οἱ σὺν αὐτῷ, διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ̓ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων, καὶ κτίσμα, καὶ ποίημα, καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Πολλούς τε ἐν τούτοις ἡ πάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφημίᾳ.

Καὶ φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν, συνελθόντες, ὡς προείπομεν, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης, ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. Ἦν μὲν οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη τε καὶ κηρυττομένη.

Ἀλλ̓ ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι, τινὲς μὲν αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ Πνεῦμα τὸ ἄγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἷναι καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγονὸς, ἀναγκαίως θεωρήσαντες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ̓ ὅσης ἀκριβείας γέγραπται, καὶ ὅσον πλανῶνται οἱ παῤ αὐτὴν διδάσκοντες. Γίνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μὲν ἡ ἐξ αἰῶνος κηρυττομένη. Ταύτην δὲ ὡμολόγησαν οἱ

1128
ἐν Νικαίᾳ συνελθόντες Πατέρες, καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ Σπανίαν, καὶ Βρεττανίαν, καὶ Γαλλίας, καὶ αἱ τῆς Ἰταλίας πάσησ̔??ʼ καὶ Καμπανίας, Δαλματίας τε καὶ Μυσίας, Μακεδονίας, καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι, καὶ Σαρδινίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε καὶ Ἰσαυρίαν, καὶ Λυκίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον, καὶ Λιβύην, καὶ Πόντον, καὶ Καππαδοκίαν, καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.

Πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμματα ἔχομεν, καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ. Πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων ὑποτάξαι. Ἔστι δὲ αὕτη: Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός: Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ: γεννηθέντα, οὐ ποιηθέντα: ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς. Τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἷναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ʽ??ʼ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις: ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. Διὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ὲν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρὶ, ἴνα μὴ ἁπλῶς ὅμοιος ᾖ Θεοῦ, ἀλλ̓ ἐκ τοῦ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται: ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ ἐξ ἀληθινοῦ καὶ φύσει πατρός. Ἀλλ̓ οὐδὲ ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἄγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ: ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐν τῇ μιᾷ τῆς ἀγίας Τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἀγίᾳ Τριάδι θεότητα.

1129

Περὶ τῶν ἀποδοθέντων σιτηρεσίων ταῖς ἐκκλησίαις καὶ περὶ τῆς τοῦ βασιλέως τελευτῆς.

Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν, ἐβεβαίωσεν ἢν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν, καὶ νόμον ἕτερον ἔγραψε, τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας, ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν. Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀναδεξάμενος πόλεμον.

Ἐπειδὴ δὲ ὁ ἐκ τῆς ἐκείνου δυσσεβείας ἐπισκήψας λιμὸς ἐπεῖχεν εἰσπράττειν τὰς εἰσφορὰς τῆς Κωνσταντίνου συντάξεως, τὸ τριτημόριον Ἰωβιανὸς τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑποσχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρασχεῖν τὸ σιτηρέσιον.

Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ Βόσπορον ὥρμησεν: ἐν Δαδαστάνῃ δὲ ʽκώμη δὲ αὕτη Βιθυνῶν καὶ Γαλατῶν ἐν μεθορίῳ κειμένἠ, τοῦδε τοῦ βίου τὸ τέλος ἐδέξατο: αὐτὸς μὲν μετὰ μεγίστων καὶ καλλίστων ἐφοδίων ἀπάρας, τοὺς δὲ τῆς βασιλικῆς ἐκείνης ἡμερότητος γεγευμένους ἐν ὀδύνῃ καταλιπών.

Οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ, καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν: καὶ δἰ ἐκείνου μὲν διδάσκειν, ὡς μάλα εὐπετῶς παρέχει ἃ βούλεται: διὰ δὲ τούτου διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν, καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν.