Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς τοῦ ἁγίου Ἰουλιανοῦ μονάζοντος προφητείας.

Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰουλιανὸν λέγω, τὸν Σάββαν τῇ τῶν Σύρων φωνῇ ἐπίκλην, οὖ τὴν πολιτείαν ἔν τῇ Φιλοθέῳ συνεγράψαμεν ἱστορίᾳ, σπουδαιότερον τῷ Θεῷ τῶν ὅλων τὴν ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. Κατ̓ ἐκείνην δὲ τὴν ἡμέραν, καθ̓ ἢν ἐκεῖνος ἐδέξατο τὴν σφαγὴν, οὗτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ ἑ??ʼκοσι σταθμῶν τοῦ φροντιστηρίου μέχρι τοῦ στρατοπέδου ἀριθμουμένων. Φασὶ δὲ αὐτὸν ποτνιώμενον, καὶ τὸν φιλάνθρωπον ἀντιβολοῦντα Δεσπότην, ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φορὰν, διαχυθῆναι δὲ, καὶ θυμηδίας πλησθῆναι, καὶ γανωθῆναι τὸ πρόσωπον, καὶ τούτῳ μηνύσαι τὴν τῆς ψυχῆς ἡδονήν.

Ταύτην οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνύσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν. Ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον, τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον, δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων, καὶ κεῖσθαι νεκρὸν, τῆς ἐπιβουλῆς πεπαυμένον. Τοιαῦτα μεμαθηκότες ἐχόρευον ἄπαντες, καὶ τῷ Θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον, Ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκείνου τελευτὴν μεμηνυκότων, αὐτὴν εἶναι καὶ τὴν ἡμέραν, καὶ τὴν ὤραν, καθ̓ ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε.

Περὶ τῆς ἐν Περσίδι σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως: Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε. Διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολεμεῖν ἀναγκάζων, οὐ πείθων τοὺς στρατιώτας. Οἱ δὲ ἄριστοι στρατηγοὶ ἀναπιμπλάναι προθυμίας τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας ἴδωσι, ψυχαγωγοῦσι, καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν: οὗτος δὲ τὴν ἀγαθὴν εὐθὺς ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας. Πρὸς δὲ τούτοις, δέον πάντοθεν κομίζειν τε καὶ πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφὴν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξεν φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν, Καταλιπὼν γὰρ τὴν οἰκουμένην, διῄει τὴν ἔρημον. Ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες, ἀλλ̓ ὲν ἐρήμῳ χώρᾳ πλανώμένοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν.

Ὀλοφυρόμενοι δὲ καὶ στένοντες, εὗρον ἐξαπίνης κείμενον τὸν κατὰ τοῦ πεποιηκότος λυττήσαντα:

1120
καὶ τὸν Ἄρεα τὸν πολεμόκλονον ἐπίκουρον οὐ γενόμενον κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸν Λοξίαν τὸ ψευδῆ μαντευσάμενον, καὶ τὸν τερπικέραυνον κατὰ τοῦ κτείναντος τοῖς κεραυνοῖς οὐ χρησάμενον, καὶ τὸν τῶν ἀπειλῶν κόμπον ἐῤῥιμμένον εἰς ἔδαφος. Τὸν μέντοι τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον. Ἀλλ̓ οἱ μέν τινα τῶν ἀοράτων ταύτην αὐτῷ ἐπενηνοχέναι φασίν: οἱ δὲ τῶν νομάδων ἔνα, τῶν Ἰσμαηλιτῶν καλουμένων: ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα. Ἀλλ̓ εἴτε ἄνθρωπος, εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γεγονὼς ὑπουργός. Ἐκεῖνον δέ γε φασι, δεξάμενον τὴν πληγὴν, εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος, καὶ τοῦτο ῥίψαι εἰς τὸν ἀέρα, καὶ φάναι: Νενίκηκας, Γαλιλαῖε: καὶ κατὰ ταὐτὸ τήν τε νίκην ὁμολογῆσαι, καὶ τὴν βλασφημίαν τολμῆσαι οὕτως ἐμβρόντητος ἦν.