Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς τοῦ πολιτευομένου Βεροιαίου παῤῥησίας.

Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ̓ ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη. Οὗτος ὁ ἀνὴρ, καὶ ἄλλως μὲν περιφανὴς ἐτύγχανεν ὥν: τῶν γὰρ αὐτόθι πολιτευομένων ἡγεῖτο: περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέδειξε. Τὸν γὰρ ὑ??ʼὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα, ἐξήλασε τῆς οἰκίας, καὶ προφανῶς ἀπεκήρυξεν. Ὁ δὲ ὲν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθὼν, τήν τε οἰκείαν γνώμην, καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν.

Ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νεωτέρῳ ἐκέλευσε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα. Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιώμασι συνεκάλεσεν εἰς ἑστίασιν. Ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ: τοῦτον μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλιθῆναι προσέταξε. Τοῦ δὲ ἀρίστου μεσοῦντος, ἔφη πρὸς τὸν πατέρα: Οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρως ἐκκλινομένην, καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα. Μὴ δὴ οὖν βιάσῃ τὸν παῖδα τοῖς σοῖς δόγμασιν ἀκολουθεῖν οὐ βουλόμενον: οὐδὲ γὰρ ἐγώ σε, ἔφη. βιάζομαι τοῖς ἐμοῖς ἕπεσθαι, καίτοι μάλα ῥᾳδίως ἀναγκάσαι δυνάμενος. Ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας, περὶ τούτου ἔφη: Ὧ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις, τοῦ θεομισοῦς, καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου; Ὁ δὲ πάλιν τὸ τῆς πραότητος περιθεὶς προσωπεῖον: Παῦσαι, ἔφη, ἄνθρωπε, λοιδορούμενος. Καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον: Ἐγώ σου, ἔφη, φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα. Τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βουλόμενος, οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παῤῥησίαν, ἀλλ̓ ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας.

Περὶ τῆς τοῦ παιδαγωγοῦ: προῤῥήσεως.

Καὶ γὰρ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἣ κατὰ παιδαγωγὸν μετασχὼν, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένῳ: Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος.

Δυσσεβὴς δὲ οὗτος ὢν, καὶ τὴν νίκην προσμένων, καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπειλὰς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα, Τί ποιεῖ, λέγων, ὁ τοῦ τέκτονος υἱός; Ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος, προείρηκε τὸ μετ̓ ὀλίγον ἐσόμενον. Γλωσσόκομον γὰρ, ἔφη, σοφιστὰ, ὁ τοῦ παντὸς κατασκευάζει Δημιουργὸς, ὂν σὺ κωμῳδῶν τέκτονος υἱὸν προσηγόρευσας. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ὁ

1117
τοῦ ἀλάστορος ἐκείνου θάνατος ἐμηνύθη, καὶ ἐν γλωσσοκόμῳ κείμενος ἐκομίσθη, καὶ τῶν ἀπειλῶν ὁ κόμπος μάταιος ἀπεφάνθη, καὶ ὁ Θεὸς ἐδοξάσθη.