Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς ἐν Κάραις μετὰ τὴν ἀναίρεσιν αὐτοῦ φωραθείσης γοητείας.

Μετὰ δὲ τὴν σφαγὴν, αἰ τῆς ἐκείνου γοητείας ἐφωράθησαν μαγγανεῖαι. Κάραι γὰρ πόλις ἐστὶν. ἔτι καὶ νῦν ἔχουσα τῆς ἀσεβείας τὰ λείψανα. Διά ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος, τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλέλοιπεν, εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν, καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε, καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώτας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας. Ἐπειδὴ δὲ ὁ θάνατος ἀπηγγέλθη, καὶ εὐσεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ, εὗρον τὴν ἀξιάγαστον τοῦ βασιλέως ἀνδρίαν τε καὶ σοφίαν, καὶ πρὸς τούτοις ἀσέβειαν. Εἶδον γὰρ γύναιον ἐκ τῶν τριχῶν ᾐωρημένον, ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἧς ἀνακείρας ὁ ἀλιτήριος τὴν γαστέρα, τὴν νίκην δήπουθεν τὴν κατὰ Περσῶν διὰ τοῦ ἥπατος ἔγνω.

Τοῦτο μὲν οὖν ἐν Κάραις ἐφωράθη τὸ μῦσος.

Περὶ τῶν ἐν τοῖς βασιλείοις Ἀντιοχείας εὑρεθεισῶν κεφαλῶν, καὶ περὶ τῆς ἐν Ἀντιοχείᾳ πανδημεὶ γεγενημένης χορείας.

Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν.

Τοιαῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα.

Ἡ δὲ Ἀντιόχου πόλις τὴν ἐκείνου μεμαθηκυῖα σφαγήν, δημοθοινίας ἐπετέλει καὶ πανηγύρεις, Καὶ οὐ μόνον ὲν ταῖς ἐκκλησίαις ἐχόρευον, καὶ τοῖς μαρτύρων

1121
σηκοῖς, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις τοῦ σταυροῦ τὴν νίκην ἐκήρυττον, καὶ τοῖς ἐκείνου μαντεύμασιν ἐπετώθαζον. Ἐγὼ δὲ καὶ τὴν ἀξιάγαστον αὐτῶν ἐνθήσω φωνὴν, ἵνα καὶ τοῖς μεθ̓ ἡμᾶς ἐσομένοις ἡ ταύτης φυλάττηται μνήμη. Κοινῇ γὰρ πάντες ἐβόων: Ποῦ σου τὰ μαντεῖα, Μάξιμε μωρέ; Ἐνίκησεν ὁ Θεὸς, καὶ ὁ Χριστὸς αὐτοῦ.

Μάξιμος γάρ τις ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον φιλοσοφίας μὲν πρόσχημα περικείμενος, γοητείᾳ δὲ χρώμενος, καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος.

Ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνωρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα, καὶ θερμῶς τὸν τῶν ὅλων Δεσπότην καὶ Σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ἔφη σαφῶς. Διά τοι τοῦτο, καὶ λόγον συνέγραψε κατ̓ αὐτῶν, καὶ Μισοπώγωνα τοῦτον ὠνόμασεν, Ἐγὼ δὲ τὴν ἐπὶ τῇ τελευτῇ τοῦ τυράννου χορείαν τέλος ἐπιθήσω τῇ συγγραφῇ. Οὐ γὰρ ὅσιον ὑπέλαβον, εὐσεβεῖ συνάψαι βασιλείᾳ τὴν δυσσεβῆ δυναστείαν.