Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τριβέντος δὲ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος ἐπιλαβόντος ὕπατοι μὲν ἀνεδείχθησαν Βάσσος καὶ Φίλιππος,

251
ὁ δὲ βασιλεὺς Ὁνώριος, οὐ πρὸ πολλοῦ Μαρίας αὐτῷ τελευτησάσης τῆς γαμετῆς, τὴν ταύτης ἀδελφὴν Θερμαντίαν ᾔτει οἱ δοθῆναι πρὸς γάμον. ἀλλ̓ ὁ μὲν Στελίχων . . ἐνδώσειν πρὸς τοῦτο, Σερήνα δὲ ἐνέκειτο, πραχθῆναι βουλομένη τὸν γάμον τοιᾶσδε ἕνεκεν αἰτίας.

τοῦ γάμου τοῦ πρὸς Μαρίαν Ὁνωρίῳ συνισταμένου, γάμων ὥραν οὔπω τὴν κόρην ἄγουσαν ἡ μήτηρ ὁρῶσα, καὶ οὔτε ἀναβαλέσθαι τὸν γάμον ἀνεχομένη, καὶ τὸ παῤ ἡλικίαν εἰς μῖξιν ἐκδοῦναι φύσεως ἀδικίαν καὶ οὐδὲν ἕτερον εἶναι . ., γυναικὶ τὰ τοιαῦτα θεραπεύειν ἐπισταμένῃ περιτυχοῦσα πράττει διὰ ταύτης τὸ συνεῖναι μὲν τὴν θυγατέρα τῷ βασιλεῖ καὶ ὁμόλεκτρον εἶναι, τὸν δὲ μήτε ἐθέλειν μήτε δύνασθαι τὰ τῷ γάμῳ προσήκοντα πράττειν.

ἐν τούτῳ τῆς κόρης ἀπείρου γάμων ἀποθανούσης, εἰκότως ἡ Σερήνα βασιλείου γονῆς ἐπιθυμοῦσα δέει τοῦ μὴ τὴν τοσαύτην αὐτῇ δυναστείαν ἐλαττωθῆναι, τῇ δευτέρᾳ θυγατρὶ συνάψαι τὸν Ὁνώριον ἔσπευδεν. οὗ δὴ γενομένου τελευτᾷ μὲν ἡ κόρη μετ̓ οὐ πολύ, ταὐτὰ τῇ προτέρᾳ παθοῦσα.