Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Στελίχων δέ, ἀγγείλαντος αὐτῷ τινὸς ὡς τὰς Ἠπείρους Ἀλλάριχος καταλιπών, ὑπερβάς τε τὰ διείργοντα στενὰ τὴν ἀπὸ Παιονίας ἐπὶ Οὐενετοὺς διάβασιν, τὰς σκηνὰς εἰς Ἠμῶνα πόλιν ἐπήξατο, μεταξὺ Παιονίας τῆς ἀνωτάτω καὶ Νωρικοῦ κειμένην, — ἄξιον δὲ μὴ παραδραμεῖν ὅσα τῆς πόλεώς

252

ἐστι ταύτης, καὶ ὅπως τὴν ἀρχὴν ἔτυχεν οἰκισμοῦ. τοὺς Ἀργοναύτας φασὶν ὑπὸ τοῦ Αἰήτου διωκομένους ταῖς εἰς τὸν Πόντον ἐκβολαῖς τοῦ Ἴστρου προσορμισθῆναι, κρῖναί τε καλῶς ἔχειν διὰ τούτου πρὸς ἀντίον τὸν ῥοῦν ἀναχθῆναι καὶ μέχρι τοσούτου διαπλεῦσαι τὸν ποταμὸν εἰρεσίᾳ καὶ πνεύματος ἐπιτηδείου φορᾷ, μέχρις ἂν τῇ θαλάττῃ πλησιαίτεροι γένοιντο.

πράξαντες δὲ ὅπερ ἔγνωσαν, ἐπειδὴ κατὰ τοῦτον ἐγένοντο τὸν τόπον, μνήμην καταλιπόντες τῆς σφετέρας ἀφίξεως τὸν τῆς πόλεως οἰκισμόν, μηχαναῖς ἐπιθέντες τὴν Ἀργὼ καὶ τετρακοσίων ὁδὸν σταδίων ἄχρι θαλάσσης ἑλκύσαντες οὕτως ταῖς Ἰταλῶν ἀκταῖς προσωρμίσθησαν, ὡς ὁ ποιητὴς ἱστορεῖ Πείσανδρος ὁ τῇ τῶν ἡρωικῶν θεογαμιῶν ἐπιγραφῇ πᾶσαν ὡς εἰπεῖν ἱστορίαν περιλαβών.