Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐν δὲ τῇ Ῥαβέννῃ ʽμητρόπολις δὲ Φλαμινίας, πόλις ἀρχαία, Θεσσαλῶν ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ ὡς Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ Ῥῶμον, ὃς ἀδελφὸς γέγονε Ῥωμύλῳ, τῆς πόλεως ταύτης οἰκιστὴν γεγονέναι:

Κουαδράτῳ γάρ, οἶμαι, θετέον, ἐν τῇ κατὰ τὸν βασιλέα Μάρκον ἱστορίᾳ τοῦτο περὶ τῆς πόλεως ταύτης διεξελθόντἰ ἐν τῇ Ῥαβέννῃ τοίνυν ταύτῃ παρασκευαζομένῳ Στελίχωνι ταῖς Ἰλλυριῶν πόλεσι μετὰ στρατεύματος ἐπιστῆναι, καὶ σὺν Ἀλλαρίχῳ παρασπάσασθαι μὲν αὐτὰς Ἀρκαδίου περιποιῆσαι δὲ τῇ Ὁνωρίου βασιλείᾳ, δύο κωλύματα συνέβη παρεμπεσεῖν, φήμη τε ὡς Ἀλλάριχος τεθνεὼς εἴη διαδραμοῦσα, καὶ ἐκ τῆς Ῥώμης Ὁνωρίου γράμματα τοῦ βασιλέως ἀποδοθέντα, δἰ ὧν ἐδηλοῦτο ὡς Κωνσταντῖνος ἐπιθέμενος εἴη τυραννίδι καὶ ἐκ τῆς Βρεττανικῆς νήσου περαιωθεὶς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσι παραγένοιτο, τὰ βασιλέως ἐν ταῖς πόλεσι πράττων.

ἀλλ̓ ὁ μὲν περὶ τῆς Ἀλλαρίχου τελευτῆς λόγος ἀμφίβολος ἔδοξεν εἶναι, πρίν τινας παραγεγονότας ὅ τι περ εἴη δηλῶσαι: τὰ δὲ περὶ τῆς ἀναρρήσεως Κωνσταντίνου λεγόμενα παρὰ πᾶσιν ἐκράτει. διὰ ταῦτα τῆς ἐπὶ Ἰλλυριοὺς ὁρμῆς ὁ Στελίχων ἀνακοπεὶς εἰς τὴν Ῥώμην ἀφίκετο, κοινολογήσασθαι περὶ τοῦ πρακτέου βουλόμενος.