Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ὁ δὲ Γαΐνης δεδιὼς μή ποτε πανταχόθεν ὁ Τριβίγιλδος πολιορκούμενος, οὐκ ἔχων ἀξιόμαχον δύναμιν, ἄρδην ἀπόλοιτο, τῶν συνόντων αὐτῷ βαρβάρων λόχους ἄλλους ἐπ̓ ἄλλοις ἔπεμπε τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, ὅπως αὐτά τε κατὰ βραχὺ διαφθείροιντο καὶ Τριβιγίλδῳ φυγῆς εὐρυχωρία δοθείη.

συνέπιπτον τοίνυν οἱ παρὰ Γαΐνου δεδομένοι Λέοντι πρὸς βοήθειαν βάρβαροι Ῥωμαίων παντί, καὶ τὴν μὲν χώραν ἐλῄζοντο, τοὺς δὲ στρατιώτας ἀνῄρουν. καὶ οὐκ ἀνῆκαν ἅπαντα ἐπιόντες, ἕως ὅτε τὴν ὑπὸ Λέοντι σὺν αὐτῷ τῷ στρατηγῷ κατεδαπάνησαν δύναμιν καὶ πᾶσαν ὡς εἰπεῖν τὴν χώραν ἔρημον πεποιήκασιν, ὥστε καὶ τὸ τῷ Γαΐνῃ σπουδαζόμενον εἰς ἔργον ἐκβῆναι: διαφυγὼν γὰρ ἐκ τῆς Παμφυλίας ὁ Τριβίγιλδος χαλεπωτέρας τῶν προτέρων ταῖς ἐν Φρυγίᾳ πόλεσιν ἐπέθηκε συμφοράς.

ὁ δὲ Γαΐνης ἐξαίρων εἰς ὕψος τὰ τούτου τῷ βασιλεῖ κατορθώματα, τοσοῦτον ἐνέθηκεν αὐτοῦ φόβον τῇ γερουσίᾳ καὶ τοῖς περὶ τὴν αὐλὴν ἅπασιν, ὥστε ἠπείλει καὶ τοῖς καθ̓ Ἑλλήσποντον αὐτὸν ἐπελεύσεσθαι τόποις καὶ ὅσον

235
οὐδέπω πάντα ἄνω καὶ κάτω ποιήσειν, εἰ μὴ τὰ σπουδαζόμενα τῷ πολεμίῳ τῆς παρὰ βασιλέως ἀξιωθείη προνοίας.

ταῦτα δὲ ὁ Γαΐνης ἐμηχανᾶτο λανθάνειν τε αὑτὸν ἐθέλων ὅπως ἐφρόνει, καὶ διὰ τῶν εἰς Τριβίγιλδον ἀναφερομένων τοῖς αὐτῷ κατὰ νοῦν οὖσιν ἔργον ἐπιθεῖναι βουλόμενος: ἀπέκναιε γὰρ αὐτὸν οὐ τὸ παρορᾶσθαι τοσοῦτον ὅσον Εὐτρόπιος εἰς ἀκρότατον ἥκων ἤδη δυνάμεως, ὥστε καὶ εἰς ὑπάτους ἀναρρηθῆναι καὶ τῷ χρόνῳ φέρεσθαι τὴν τούτου προσηγορίαν καὶ τιμηθῆναι τῇ τῶν πατρικίων ἀξίᾳ.

ταῦτα μάλιστα τὸν Γαΐνην ἐκίνησεν εἰς τὴν τῶν κοινῶν ἐπανάστασιν. παρασκευαζόμενος δὲ τῇ γνώμῃ πρὸς τοῦτο πρότερον Εὐτροπίῳ θάνατον ἔγνω βουλεῦσαι: καὶ κατὰ τὴν Φρυγίαν ἔτι διατρίβων ἐκπέμπει πρὸς βασιλέα λέγων ὡς ἀπειρήκοι τῇ περὶ τὰ πολέμια Τριβιγίλδου δεινότητι, καὶ ἄλλως οὐχ οἷόν τε φέρειν τὴν τούτου μανίαν οὐδὲ τὴν Ἀσίαν τῶν ἐπικειμένων αὐτῇ κινδύνων ἐλευθερωθῆναι, πλὴν εἰ μὴ ταῖς αἰτήσεσιν αὐτοῦ βασιλεὺς ἐνδοῦναι πεισθείη. τὰ δὲ τῶν αἰτήσεων εἶναι τὸν τῶν πάντων κακῶν αἰτιώτατον Εὐτρόπιον ἐκδοθῆναί οἱ πρὸς τὸ πράττειν εἰς αὐτὸν ὅ τι βούλοιτο.