Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦ δὲ Τριβιγίλδου διὰ τῆς ὁμαλωτέρας ὁδοῦ μετὰ τῶν σὺν αὐτῷ βαρβάρων ἐπὶ τὰ κάτω μέρη τῆς Παμφυλίας ἐλάσαντος, ἐλθόντος τε ἔτι νυκτὸς οὔσης εἰς τοὺς ὑποκειμένους τῇ Σέλγῃ τόπους, ἐβάλλοντο σφενδόναις οἱ βάρβαροι συνεχέσιν, ἀφιεμένων πέτρων χειροπλήθων καὶ ἔτι μειζόνων: ἦν γὰρ ἐξ ὑπερδεξίων ῥᾳδία καὶ ἡ τῶν ἁδροτέρων ἄφεσις λίθων.

ἀποφυγῆς δὲ οὐκ οὔσης — ἦν γὰρ κατὰ μὲν τὸ ἕτερον τῆς ὁδοῦ μέρος λίμνη βαθεῖα καὶ τέλματα, κατὰ δὲ τὸ ἕτερον ἄνοδος στενή, δυοῖν μόλις ἀνδράσι πάροδον ἐνδιδοῦσα: κυκλοειδῆ δὲ τὴν ἄνοδον οὖσαν οἱ ἐπιχώριοι καλοῦσι κοχλίαν, τῇ θέσει τοῦ ζῴου παρεμφερῶς. τοῦτον ἐφύλαττε τὸν τόπον Φλωρέντιός τις, συμμάχους ἔχων εἰς τὸ κωλῦσαι τοὺς πειρωμένους διαβαίνειν ἀρκοῦντας.

ἐν τούτοις ἀπειλημμένοι τοῖς τόποις οἱ βάρβαροι καὶ τῷ πλήθει καὶ μεγέθει τῶν λίθων βαλλόμενοι κατὰ τὸ πολὺ διεφθείροντο μέρος: κατὰ στενοχωρουμένων γὰρ αὐτῶν οἱ λίθοι πίπτοντες οὐ διημάρτανον φόνου. πολλῆς τοίνυν ἐχούσης αὐτοὺς ἀπορίας, οἱ μὲν πλείους εἰς τὴν λίμνην ἑαυτοὺς μετὰ τῶν ἵππων ἀφῆκαν, καὶ τὸν ἀπὸ τῶν πέτρων φεύγοντες θάνατον ἐν τοῖς τέλμασι διεφθάρησαν, Τριβίγιλδος δὲ ἅμα τριακοσίοις ἀναβὰς ἐπὶ τὸν κοχλίαν , καὶ χρήμασιν ὅτι πλείστοις τὸν Φλωρέντιον καὶ τοὺς σὺν αὐτῷ φύλακας ὑπελθών, ὠνεῖται τὴν πάροδον: καὶ τούτῳ τῷ τρόπῳ διαφυγὼν τοὺς λοιποὺς ἅπαντας περιεῖδεν ἄρδην ἀπολουμένους.

Τοῦτον δὴ τὸν τρόπον οἰηθεὶς ὁ Τριβίγιλδος τὸν ἐπαχθέντα παρὰ Οὐαλεντίνου κίνδυνον αὐτῷ διαπεφευγέναι, τῶν πρότερον οὐκ ἐλάττοσι καθίστατο κινδύνοις περιπετής. ἅπαντες γὰρ ὡς εἰπεῖν οἱ τῶν πόλεων οἰκήτορες, τοῖς παρατυχοῦσιν

234
ἐξοπλισάμενοι, συνέκλεισαν αὐτὸν ἅμα τοῖς συμφυγοῦσι τριακοσίοις ἐν μέσῳ τοῦ Μέλανος ποταμοῦ καὶ τοῦ Εὐρυμέδοντος, ὧν ὃ μὲν ἐπέκεινα διαβαίνει τῆς Σίδης, ὃ δὲ διαρρεῖ τῇ Ἀσπένδῳ.

στενοχωρούμενος δὲ καὶ ἀπορῶν ὅ τι πράξειε, πρὸς τὸν Γαΐνην διεπρεσβεύετο. ὃ δὲ δυσχεραίνων ἐπὶ τοῖς συμβεβηκόσιν, οὔπω δὲ ἣν εἶχε περὶ τὴν ἐπανάστασιν γνώμην ἐμφαίνων, Λέοντα τὸν ὑποστρατηγοῦντα βοηθήσοντα τοῖς κατὰ Παμφυλίαν ἐξέπεμπεν, ἐπιθησόμενον τοῖς ἀμφὶ Τριβίγιλδον ἅμα Οὐαλεντίνῳ καὶ οὐ συγχωρήσοντα τοὺς ποταμοὺς διαβῆναι. ὃ δὲ ἀνειμένος ὤν φύσει καὶ τρυφῇ πάσῃ τὸν βίον ἐκδεδωκὼς ὅμως ἐποίει τὸ κελευόμενον.