Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταῦτα ὁ βασιλεὺς

236
Ἀρκάδιος ἀκηκοὼς ἅμα τε εἰσκαλεῖ τὸν Εὐτρόπιον καὶ τῆς ἀξίας παραλύσας ἀφῆκεν. ὃ δὲ δρομαῖος ἐπὶ τὴν τῶν Χριστιανῶν ἐχώρησεν ἐκκλησίαν, ἔχουσαν ἐξ ἐκείνου τὸ ἄσυλον. ἐπεὶ δὲ πολὺς ἦν ὁ Γαΐνης οὐκ ἄλλως ἀνήσειν λέγων τὸν Τριβίγιλδον, εἰ μὴ Εὐτρόπιος ἐκποδὼν γένοιτο, καὶ παρὰ τὸν ἐπὶ τῷ ἀσύλῳ τῶν ἐκκλησιῶν τεθέντα νόμον ἐξαρπάσαντες αὐτὸν εἰς τὴν Κύπρον ἐκπέμπουσιν, ὑπὸ φυλακὴν ἀκριβῆ καταστήσαντες.

ἐπικειμένου δὲ Γαΐνου καὶ πρὸς τὴν ἀναίρεσιν αὐτοῦ τὸν Ἀρκάδιον συνελαύνοντος, σοφιζόμενοι τὸν ὅρκον οἱ τὰ περὶ βασιλέα διατιθέντες ὃν ἔτυχεν Εὐτρόπιος εἰληφὼς ἡνίκα τῆς ἐκκλησίας ἐξείλκετο, μετάπεμπτον μὲν ἐκ τῆς Κύπρου ποιοῦνται, ὥσπερ δὲ ὀμωμοκότες ὄντι κατὰ τὴν Κωνσταντινούπολιν αὐτῷ θάνατον μὴ ἐπάγειν, εἰς Χαλκηδόνα πέμψαντες ἀποσφάττουσιν.

Εὐτροπίῳ μὲν οὖν ἡ τύχη κατ̓ ἀμφότερα παραλόγως ἐχρήσατο, πρὸς ὕψος ἄρασα τοσοῦτον ἐς ὅσον οὐδὲ εἷς πώποτε τῶν εὐνούχων ἀνεβιβάσθη, θάνατόν τε ἐπαγαγοῦσα διὰ τὸ μῖσος ὃ πρὸς αὐτὸν οἱ τῇ πολιτείᾳ πολεμοῦντες ἔλεγον ἔχειν.

Ὁ δὲ Γαΐνης ἤδη πᾶσιν ὢν πρόδηλος ὡς εἰς νεωτερισμὸν φέρεται, λανθάνειν ὅμως ἐνόμιζε: καὶ τῆς Τριβιγίλδου γνώμης κύριος ὢν οἷα καὶ δυνάμει προέχων καὶ ἀξιώσει, τὸ τούτου πρόσωπον ὑποδυόμενος σπονδὰς πρὸς τὸν βασιλέα ποιεῖται, καὶ ὅρκους ὑποσχὼν καὶ λαβὼν διὰ Φρυγίας ἀνέστρεψε καὶ Λυδίας. ἐφείπετο δὲ αὐτῷ καὶ ὁ Τριβίγιλδος, διὰ τῆς ἄνω Λυδίας ἄγων τοὺς ὑπ̓ αὐτὸν τεταγμένους, ὥστε μηδὲ θεάσασθαι τὰς Σάρδεις, ἣ τῆς Λυδίας ἐστὶ μητρόπολις.

ἐπεὶ δὲ εἰς Θυάτειρα συνέμιξαν ἀλλήλοις, μετέμελε τῷ Τριβιγίλδῳ τὰς Σάρδεις ἀπορθήτους ἀφέντι ῥᾴδιον ὂν τὴν πόλιν ἑλεῖν πάσης ἔρημον οὖσαν ἐπικουρίας. ἀναστρέφειν οὖν ἔγνω σὺν

237
τῷ Γαΐνῃ καὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν: κἂν εἰς ἔργον αὐτοῖς ἡ γνώμη προῆλθεν, εἰ μὴ γενόμενος ὄμβρος ἐξαίσιος, καὶ τήν τε γῆν ἐπικλύσας καὶ τοὺς ποταμοὺς καταστήσας ἀπόρους, ταύτην αὐτῶν ἐνέκοψε τὴν ὁρμήν.