Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Λέων δὲ τοῖς περὶ τὸν Ἑλλήσποντον διέτριβε τόποις, οὔτε συμπεσεῖν ἐς μάχην Τριβιγίλδῳ θαρρῶν, καὶ ἅμα δεδιέναι φάσκων μή ποτε δἰ ἑτέρας ὁδοῦ μέρος τι τῆς στρατιᾶς ἐκπέμψας Τριβίγιλδος τὰ περὶ τὸν Ἑλλήσποντον λάθῃ χωρία καταστρεψάμενος.

συνέβαινε τοίνυν, ὄντος οὐδενὸς ἐμποδίου τῷ Τριβιγίλδῳ, πᾶσαν μὲν

232
κατὰ κράτος ἁλίσκεσθαι πόλιν, ἀναιρεῖσθαί τε πάντας τοὺς οἰκήτορας ἅμα τοῖς στρατιώταις, βάρβαρον δὲ σύμμαχον Ῥωμαίων εἶναι οὐδένα: τοῖς γὰρ ὁμοφύλοις ἐν ταῖς συμβολαῖς ἀναμιγνύμενοι κατὰ τῶν Ῥωμαίοις ὑπηκόων ἐχώρουν. ὁ δὲ Γαΐνης ἐπὶ ταῖς Ῥωμαίων ἄχθεσθαι δοκῶν συμφοραῖς, θαυμάζειν ὅμως ἐποίει τὰ Τριβιγίλδου στρατηγήματα, καὶ ἀνανταγώνιστον ἔλεγεν εἶναι, φρονήσει καὶ ἀγχινοίᾳ μᾶλλον ἢ δυνάμει πλεονεκτοῦντα.

περαιωθεὶς δὲ εἰς τὴν Ἀσίαν ἐπεξῄει μὲν οὐδενί, περιεώρα δὲ τὴν τῶν πόλεων καὶ τῆς χώρας ἀπώλειαν: ἐπακολουθῶν δὲ μόνον καὶ τὰ γινόμενα τρόπον τινὰ θεωρῶν ἐκαραδόκει τὴν ἐπὶ τὴν ἑῴαν τοῦ Τριβιγίλδου διάβασιν, ἐκπέμπων μὲν αὐτῷ λάθρᾳ δυνάμεις συνεπιλαμβανομένας οἷς ἐπεχείρει, μήπω δὲ τὴν ἑαυτοῦ περὶ τὰ πράγματα προαίρεσιν ἐπιδείξας.

εἰ μὲν οὖν ἐπελθὼν τὴν Φρυγίαν ὁ Τριβίγιλδος μὴ τὴν ἐπὶ Πισιδίαν ἀλλ̓ εὐθὺς ἐπὶ Λυδίαν ἐχώρησεν, οὐδὲν ἂν ἐκώλυσε ταύτης ἀκονιτὶ κατὰ κράτος αἱρεθείσης συναπολέσθαι καὶ τὴν Ἰωνίαν αὐτῇ, κἀκεῖθεν αὐτὸν ἐπὶ τὰς νήσους σκάφεσι διαβάντα, καὶ ναυτικὸν ὅσον ἐβούλετο πορισάμενον, ἅπασάν τε τὴν ἑῴαν διαδραμεῖν καὶ μέχρις Αἰγύπτου πάντα λῄσασθαι, μηδεμιᾶς ἀξιομάχου δυνάμεως οὔσης.

ἐπεὶ δὲ ταῦτα μὲν οὐκ ἔλαβε κατὰ νοῦν, ἔγνω δὲ τῇ Παμφυλίᾳ Πισίδαις ὁμορούσῃ τὰς δυνάμεις ἐπαγαγεῖν, ὁδοῖς μὲν ἐνέτυχε δυσεμβάτοις καὶ ἱππασίᾳ παντάπασιν ἀπροσίτοις, στρατοπέδου δὲ οὐδενὸς ἐναντιουμένου Οὐαλεντῖνός τις τὴν Σέλγην οἰκῶν ʽπολίχνη δ̓ αὕτη Παμφυλίας ἐστίν, ἐπὶ λόφου κειμένἠ παιδείας μετρίως ἡμμένος

233
καὶ πείρας οὐκ ἔξω τυγχάνων πολεμικῆς, συναγαγὼν οἰκετῶν πλῆθος καὶ γεωργῶν, ταῖς πρὸς τοὺς γειτνιῶντας λῃστὰς συνεχέσι μάχαις γεγυμνασμένους, εἰς τοὺς ὑπερκειμένους τῶν παρόδων ἔστησε λόφους, ὡς ἂν θεωροῦντες ἅπαντας τοὺς διὰ τῆς ὁδοῦ πορευομένους αὐτοὶ μὴ φαίνοιντο, κἂν εἰ ἡμέρας οὔσης οἱ ἐναντίοι διαβαίνοιεν.