Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀλλ̓ ἐπειδὴ ταῦτα τῷ βασιλεύοντι συνηγγέλθη, λόγον μὲν οὐδένα τῆς κοινῆς ἐποιεῖτο συμφορᾶς ʽοὐδὲ γὰρ οἷός τε ἦν συνιδεῖν τὸ πρακτέον ἐσχάτως ἀνόητος ὤν̓, Εὐτροπίῳ δὲ τὴν πᾶσαν ἔδωκε τῆς βασιλείας οἰκονομίαν. ὃ δὲ Γαΐνην αἱρεῖται καὶ Λέοντα στρατηγούς, τὸν μὲν εἰς τὴν Ἀσίαν ἐκπέμψων ἐπελευσόμενον τοῖς κατατρέχουσι ταύτην βαρβάροις ἢ ἄλλως μιγάσιν ἀνθρώποις, Γαΐνην δὲ διὰ τῆς Θρᾴκης καὶ τῶν τοῦ Ἑλλησπόντου στενῶν ἀπαντήσοντα τοῖς πολεμίοις, εἰ καὶ τοῖς τόποις ἐκείνοις ἐνοχλοῦντας θεάσοιτο.

Λέων μὲν οὖν ὁ τοῖς κατὰ τὴν Ἀσίαν συμβεβηκόσι βοηθῆσαι ταχθεὶς ἀρετῆς μὲν οὐδ̓ ἡστινοσοῦν μετειλήφει στρατηγικῆς, οὐδ̓ ἄλλου τινὸς ἀξίου πρὸς τοῦτο τύχης αὐτὸν ἀγαγεῖν, πλὴν ὅτι πρὸς Εὐτρόπιον

231
εἶχεν οἰκείως: Γαΐνης δὲ τὴν ἐπὶ Θρᾴκην ἐστέλλετο, κωλύσων τὴν δἰ Ἑλλησπόντου τῶν ἅμα Τριβιγίλδῳ διάβασιν, ναυμαχήσων τε αὐτοῖς, εἰ καὶ τούτου γένοιτο χρεία. ταύτῃ διαταχθέντες οἱ στρατηγοὶ τὰς δυνάμεις ἀπῆγον, οὗπερ ἕκαστος ἔλαχε.

Γαΐνης δέ, ἃ συνέκειτο πρὸς Τριβίγιλδον αὐτῷ λαβὼν κατὰ νοῦν, καὶ ὡς ἐνέστηκεν ὁ καιρὸς ἀντιλαβέσθαι κελεύων τῆς ἐγχειρήσεως, ἐπὶ τὸν Ἑλλήσποντον ἄγειν Τριβιγίλδῳ τὴν στρατιὰν ἐκέλευεν. εἰ μὲν οὖν ἅπερ ἐφρόνει κατὰ τῆς πολιτείας ἐταμιεύσατο καὶ ἡσυχῇ μετὰ τῶν σὺν αὐτῷ βαρβάρων τῆς Κωνσταντινουπόλεως ἔτυχεν ἐξορμήσας, πάντως ἂν ἐξέβαινεν αὐτῷ τὸ βεβουλευμένον εἰς τέλος, καὶ ἥ τε Ἀσία πᾶσα κατείληπτο καὶ συναπολέσθαι ταύτῃ τὴν ἑῴαν οὐδὲν ἦν τὸ κωλῦον.

ἀλλ̓ ἐπειδὴ τῇ Ῥωμαίων ἐπικρατείᾳ φυλάττεσθαι τὰς πόλεις ἐβούλετο τέως ἡ τύχη, Γαΐνης μὲν τῷ προσόντι φύσει θερμῷ καὶ μανιώδει τοῖς βαρβάροις ἐξενεχθεὶς ἀπεχώρει τῆς Κωνσταντινουπόλεως, ὅλην ὡς εἰπεῖν τὴν ἐξουσίαν τοῦ πολέμου παραλαβών, οὔπω δὲ σχεδὸν εἰς τὴν Ἡράκλειαν ἀφιγμένος τῷ Τριβιγίλδῳ τὸ πρακτέον ἐσήμαινεν.

ὃ δὲ ἐπὶ τὸν Ἑλλήσποντον οὐκ ἔγνω χωρεῖν δέει τοῦ μὴ περιπεσεῖν ταῖς αὐτόθι καθεσταμέναις δυνάμεσι, πᾶσαν δὲ καταστρεψάμενος τὴν Φρυγίαν προσέβαλλε καὶ Πισίδαις, καὶ κωλύματος οὐδενὸς πειραθεὶς ἀπῄει πάντα πορθῶν. τούτων δὲ ἀπαγγελλομένων ὁ μὲν Γαΐνης οὐδένα τῶν πολεμουμένων ἐποιεῖτο λόγον, οἷα δὴ κατὰ νοῦν ἔχων ὅσα πρὸς αὐτὸν Τριβιγίλδῳ συνέκειτο,