Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ δὲ Βάργος, ὡς ἔξω πάσης ὑποψίας καταστήσας Εὐτρόπιον οὐκέτι τὴν Τιμασίου δυσμένειαν ὑφορώμενον, ἠξιοῦτο στρατιωτικοῦ τέλους ἀρχῆς χρήματα φέρειν αὐτῷ κομψὰ δυναμένης, καὶ ἀνεχώρει μειζόνων ἐλπίσι δωρεῶν βουκολούμενος: ἠγνόει γὰρ ὡς Εὐτρόπιος τοιοῦτον αὐτὸν φανέντα περὶ Τιμάσιον τὸν εὐεργέτην καὶ περὶ αὐτὸν ὅμοιον φανήσεσθαι προσεδόκησεν.

ἐκδημήσαντος γοῦν τῆς ἀρχῆς ἕνεκα Βάργου, τὴν τούτῳ συνοικοῦσαν γυναῖκα διά τινας αἰτίας ἀπεχθῶς πρὸς αὐτὸν ἔχουσαν πείθουσι γραμματεῖα προσδοῦναι τῷ βασιλεῖ κατηγορίας φέροντα πλείστας εἰς τὰ μέγιστά τε τῶν ἐγκλημάτων τὸν Βάργον ἀγούσας.

ἅπερ ἀκηκοὼς Εὐτρόπιος εὐθὺς ἦγεν εἰς κρίσιν τὸν ἄνθρωπον καὶ ἁλόντα παρεδίδου τιμωρίᾳ πρεπούσῃ, μεθ̓ ἣν ἅπαντες θαυμάζοντες ἅμα καὶ ἀνυμνοῦντες τὸν τῆς Ἀδραστείας ὀφθαλμὸν διετέλεσαν, ὃν οὐχ οἷόν τέ τινα τῶν ἠσεβηκότων κατά τι λαθεῖν.

228

Μεθύων δὲ ἤδη τῷ πλούτῳ καὶ ὑπὲρ τὰ νέφη τῇ φαντασίᾳ φέρεσθαι δοκῶν ὁ Εὐτρόπιος ἐν ἅπασι σχεδὸν τοῖς ἔθνεσιν εἶχε τοὺς τὰ πραττόμενα πολυπραγμονοῦντας, καὶ ὅπως ἕκαστος ἔχοι τύχης: καὶ οὐδὲν ἦν καθάπαξ ὃ μὴ χρημάτων αὐτῷ κέρδος ἐπῆγεν. ἄγει τοίνυν αὐτὸν καὶ κατὰ Ἀβουνδαντίου φθόνος τε ὁμοῦ καὶ πλεονεξία.

ἦν δὲ Ἀβουνδάντιος ἀπὸ τῆς ἐν τῇ Θρᾴκῃ Σκυθίας, ἐκ δὲ τῶν Γρατιανοῦ στρατευσάμενος χρόνων καὶ ἐπὶ Θεοδοσίου τιμῶν μεγίστων ἐπιβάς, ἤδη δὲ καὶ στρατηγὸς καὶ ὕπατος ἀποδεδειγμένος. ἐπεὶ δὲ καὶ τοῦτον Εὐτρόπιος ἠβουλήθη τῆς οὐσίας τε ὁμοῦ καὶ πάσης τιμῆς ἐκπεσεῖν, ἔγραφε μὲν ταῦτα ὁ βασιλεύς, ἀπηλαύνετο δὲ Ἀβουνδάντιος τῶν βασιλείων, οἴκησιν τὴν ἐν Φοινίκῃ Σιδῶνα λαχὼν καὶ ἐν ταύτῃ τὸν λοιπὸν χρόνον βεβιωκώς.