Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

πάντων δὲ δυσανασχετούντων ἐφ̓ οἷς ἀλλαντοπώλης ἄνθρωπος τὸν ἐν ἀρχαῖς καὶ ἀξίαις διαπρέψαντα τοσαύταις ἵστατο κρίνων, ἀνεχώρει μὲν τῆς κρίσεως ὁ βασιλεύς, ἐπέτρεπε δὲ ταύτην Σατουρνίνῳ καὶ Προκοπίῳ. τούτοιν δὲ ὁ μὲν εἷς εἰς γῆρας ἦν βαθὺ προελθὼν καὶ μεγάλαις τετιμημένος ἀξίαις, οὐκ ἔξω δὲ κολακείας, ἀλλ̓ εἰωθὼς ἐν ταῖς κρίσεσι τὰς τῶν βασιλεῖ παραδυναστευόντων θεραπεύειν ὁρμάς τε καὶ γνώμας: ὁ δὲ Προκόπιος τοῦ μὲν βασιλέως ἐγεγόνει Οὐάλεντος κηδεστής, σκαιὸς δέ τις ὤν καὶ ἀνάγωγος ἔν τισιν ἐδόκει τἀληθῆ μετὰ παρρησίας ἐκφαίνειν.

ὥστε ἀμέλει καὶ τότε συνενεχθεὶς εἰς τὴν κατὰ Τιμασίου ψῆφον τῷ Σατουρνίνῳ τοῦτο προσέθηκεν, ὡς οὐκ ἔδει Τιμασίου Βάργον εἶναι κατήγορον, οὐδὲ τὸν τοσαύταις ἀρχαῖς διαπρέψαντα καὶ ἀξίαις εὐτελοῦς ἀνθρώπου καὶ ἀνασεσυρμένου συκοφαντίαις ἁλῶναι, καὶ ὅπερ ἦν

227
ἀτοπώτατον, εὐεργέτην ὑπὸ τοῦ παθόντος εὖ πράγματα πάσχειν.

ὤνησε δὲ οὐδὲν ταύτῃ χρησάμενος τῇ παρρησίᾳ Προκόπιος, ἀλλ̓ ἡ μὲν Σατουρνίνου ψῆφος ἐκράτει σφόδρα ἐπαινεθεῖσα, Τιμάσιος δὲ τῇ Ὀάσεως οἰκήσει παραδοθεὶς ἀπηλαύνετο, φυλακῆς αὐτὸν δημοσίας παραπεμπούσης. τόπος δὲ ἦν οὗτος λυπρότατος καὶ οὐδενὶ τῶν αὐτῷ παραδιδομένων ἀναχωρεῖν ἐνδιδούς:

ἥ τε γὰρ ἐν μέσῳ γῆ ψαμμώδης οὖσα καὶ παντάπασιν ἔρημος καὶ ἀοίκητος ἀφαιρεῖται τῆς γνώσεως τοὺς ἐπὶ τὴν Ὄασιν ἀπιόντας, τῶν ἀνέμων τοῖς ἴχνεσι τὴν ψάμμον ἐπιφερόντων, καὶ τῷ μήτε φυτὸν μήτε οἴκησιν εἶναι, γνώρισμα εἰς εἰκασίαν τι καταλιπεῖν τοῖς ὁδοιποροῦσι δυνάμενα.

φήμη δὲ ὅμως εἰς ἅπαντας ᾔει παρὰ Συαγρίου τοῦ παιδὸς ἡρπάσθαι Τιμάσιον λέγουσα, διαφυγόντος τοὺς ἐσταλμένους εἰς ἀναζήτησιν αὐτοῦ καὶ διά τινων ἁρπάσαντος τὸν πατέρα λῃστῶν. ἀλλ̓ εἴτε ἀληθῆ ταῦτα ἦν εἴτε Εὐτροπίῳ χαριζόμενοι ταῦτα ἐν τῷ πλήθει διέσπειραν, οὐκ ἔγνω τις τὸ σαφές, πλὴν ὅτι περ οὔτε Τιμάσιος οὔτε Συάγριος ἐξ ἐκείνου πεφήνασιν.